no image
DDbDP-text
Payment order to the bank at Pathyris for wages of grain boat crews. A chain of Ptolemaic payment orders: the dioiketes Ptolemaios instructed the hypodioiketes Hermonax to pay monthly wages to the crews of two boats escorting Pamphilos, appointed to speed up wheat transport; Hermonax passed this to Hermias, who ordered Demetrios, banker at Pathyris, to pay 34 talents of bronze. Countersigned by the royal scribe Phibis, 108 BC, Latopolite nome. machine translation
Linked by Trismegistos ID
TM 270.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἑρμίας Δημητρίωι χαίρειν. τοῦ παρʼ Ἑρμώνακτος τῶν ὁμοτίμων
τοῖς συγγενέσι καὶ ὑποδιοικητοῦ χρηματισμοῦ ἀντίγραφον
ὑπόκειται. κατακολουθήσας οὖν τοῖς διʼ αὐτοῦ σημαινομένοις
χρημάτισον ἀπὸ τῆς ἐν Παθύρει τραπέζης, συνυπογράφοντος Φίβιος τοῦ βασιλικοῦ γραμματέως, τοῖς ἐπὶ τῶν δηλουμένων
πλοίων ἑκάστου χαλκοῦ τάλαντα τριάκοντα τέσσαρα γίνονται … τάλαντα λδ καὶ σύμβολον καὶ
ἀντισύμβολον ποίησαι ὡς καθήκει.
ἔρρωσο. ἔτους θ Παχὼν ιϛ.
Ἑρμῶναξ Ἑρμίᾳ χαίρειν. τοῦ παρὰ Πτολεμαίου τοῦ συγγενοῦς καὶ
διοικητοῦ χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. κατακολουθήσας οὖν
τοῖς διʼ αὐτοῦ σημαινομένοις χρημάτισον ἐκ τοῦ Λατοπολίτου
ἀκολούθως τοῖς συντεταγμένοις, συνυπογράφοντος καὶ Φίβιος τοῦ βασιλικοῦ
γραμματέως, τοῖς ἐπὶ τῶν Παμφίλου πλοίων β ἑκάστωι τοῦ μηνὸς τάλαντα η Γ,
πυροῦ ἀρτάβας κε, τὰ αἱροῦντα δμηνῶν τάλαντα λδ, πυροῦ ἀνηριθμημένου ἀρτάβας ρ, γίνονται … τάλαντα λδ πυροῦ ἀνηριθμημένου
ἀρτάβαι ρ καὶ
σύμβολον καὶ ἀντισύμβολον ποίησαι ὡς καθήκει.
ἔτους θ Φαρμοῦθι ε.
Πτολεμαῖος Ἑρμώνακτι χαίρειν. τοῖς ἐπὶ τῶν συνπλεόντων
Παμφίλωι τῶι παρʼ ἡμῶν προκεχειρισμένωι ἐπὶ τὸν ἐπισπουδασμὸν τοῦ πυροῦ πλοίων δύο χρημάτιζε κατὰ μῆνα, ἐφʼ ὅσον ἂν
χρόνον περὶ τὸ προκείμενον ἦι, ἑκάστωι τοῦ μηνὸς τάλαντα η Γ, πυροῦ ἀρτάβας κε,
γίνονται … τάλαντα η Γ, πυροῦ κε.
ἔτους θ Χοίαχ κδ.
χρημάτισον χαλκοῦ τάλαντα τριάκοντα τέσσαρα γίνονται τάλαντα λδ. ἔτους θ Παχὼν ιϛ
Φῖβις. χρημάτισον χαλκοῦ τάλαντα τριάκοντα τέσσαρα γίνονται τάλαντα λδ.
ἔτους θ Παχὼν ιϛ.
[v]
Δημητρίωι
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.