no image
DDbDP-text
Zur Patrimonialverwaltung via HGV-meta
Linked by Trismegistos ID
TM 15152.
Each record below describes this same artifact or text from a different angle.
Φιλοξένωι κοσμητεύσαντι στρατηγῶι Ἀρσινοΐτου Θεμίστου μερίδος παρὰ Ἑριέως τοῦ Σαταβοῦτος τῶν ἀπὸ τῆς Σο κνεπαίου Νήσου. ἐμισθωσάμην ἔτι ἀπὸ τοῦ ιγ ἔτους θεοῦ Κλαυδίου ἐκ τῆς πρότερον Ναρκίσσου οὐσίας ἐλαιουργῖον ἐπὶ φόρωι δραχμῶν σ καὶ ἐλαίου χόεσι τρισί . ἔκτοτε δὲ τῶν προεστώτων μὴ δόντων εἰς τὸ ὄργανον μήτε χοινικίδαςχοινικίδες μήτε τὰ ἄλλα, ἃ ἔδει, αὐτὸς ἠναγκάσθην ἐκ τοῦ ἰδίου ἀγοράσας ἐξαρτίσαι καὶ μηχανὴν ὁμοίως καὶ θυίας καὶ τὰ ἄλλα τὰ ἐνχρῄζοντα πάλιν ἐκ τοῦ ἰδίου, μηδεμίαν μου ἐπιστρο φὴν ποιησαμένων αὐτῶν. ἐπεὶ οὖν καὶ αὐ τὸ τὸ ἐλαιουργῖον συνεχυτρώθη καὶ ἠναγ κάσθην δοκοὺς καὶ ἐρείσματα παρατιθέναι καὶ διετίαι ἀναγκάζομαι ἔξω τοῦ ἐλαιουργίου ὢν τοὺς φόρους ἐξ οἰκόθεν διαγράφειν, ἀξιῶ οὐκέτι εὐτονῶν ὑπομένειν τὰς ζημίας ἐπαναγκάσαι τοὺς προεστῶτας ἀπαρενόχλη τόν με ποιῆσαι ὑπὲρ τῶν φόρων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.