no image
DDbDP-text
Archive keepers' reports on property wrongly assigned to namesakes. An official extract from property-record reports in the Arsinoite nome, mid-2nd century AD. For two men, the archive keepers note property registered under their names from declarations of Domitian's reign, but the village scribe states that each property actually belongs to a namesake: a house at Kerkesoucha Orous and a 2-aroura share of vineyard land. machine translation
Linked by Trismegistos ID
TM 28210.
Each record below describes this same artifact or text from a different angle.
Παποντὼς πρεσβύτερος Αὐνείους τοῦ Αὐνείους
μητρὸς Ταποντῶτος ἐτῶν[…] ἐφʼ οὗ οἱ βιβλιοφύλακεςπροσεφώνησαν οὕτως· δηλοῦμεν διακεῖσθαι διὰ τοῦ διαστρώματος τῆς
κώμης Παποντῶν Αὐνείους τοῦ Αὐνείους ἀγοραστὴν ἔχοντα ἐν ἀπογραφῇ ἐπὶ τοῦ
[…]ἔτους Δομιτιανοῦ ἐν κώμῃ Κερκεσούχων Ὄρους οἰκίαν καὶ αὐλὴν καὶ τὰ συγκύροντα πάντα καὶ ὁ κωμογραμματεὺς ἐδήλωσεν ὁμοίως τὸν προκείμενον πόρον μὴ εἶναι τοῦ προγεγραμμένου,
ἀλλὰ ὁμωνύμου Παποντῶς νεωτέρου Αὐνείους τοῦ Αὐνείους μητρὸς Ταποντῶτος.
δηλοῦμεν τὸν τῆς Κερκεσούχων Ὄρους κωμογραμματέα ὀφείλειν περὶ
τούτουπροσφωνεῖσθαι διὰ τὸ τὸ ὑπάρχον ἐκεῖ δεδηλῶσθαι.
Ἡρακλείδης Κρονίωνος τοῦ Κρονίωνος μητρὸς Ταόρσεως ἐτῶν ϛ[…]
ἐφʼ οὗ οἱ βιβλιοφύλακες ἐδήλωσαν οὕτως· δηλοῦμεν διακεῖσθαι
διὰ τοῦ διαστρώματος τῆς κώμης Ἡρακλῆς Κρονίωνος τοῦ
Κρονίωνος ἀγοραστὴν ἐχοντα ἐν ἀπογραφῇ ἐπὶ τοῦ ιβ ἔτους Δομιτιανοῦ
[…] μέρος γῆς ἀμπελίτιδος ἀρουρῶν β, περὶ οὗ καὶ ὁ κωμογραμματεὺς ὁμοίωςἐδήλωσεν τὸν διακείμενον πόρον μὴ εἶναι
τοῦ προγεγραμμένου ἀλλὰ ὁμωνύμου μητρὸς Σ[…]…
δηλοῦμεν τὸ προκείμενον· μέρος γῆς ἀμπελίτιδος ἀρουρῶν β μὴ ὑπάρχειν τῷ ἀναγεγραμμένῳ
ἀλλὰ ὁμωνύμῳ μητρὸς Σ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.