no image
DDbDP-text
Acknowledgement of receipt of a share of a father's estate between brothers. A receipt and quitclaim in which Aurelius Iason of Philadelphia in the Fayum acknowledges receiving from his full brother Aurelius Hatres his share of their father's estate (bronze ware, clothing, animals, wooden goods), with mediators present, and renounces further claims. It was written in the second year of the emperor Probus, AD 276-277. machine translation
Linked by Trismegistos ID
TM 9159.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἰάσων υἱὸς Ἀβὼκ μητρὸς Θερμούθιδος
ὡς ἐτῶν κε οὐλὴ ἀριστερῷ ὠμῷ ἀλλόφυλος ἀπὸ
κώμης Φιλαδελφίας τοῦ Ἀρσενοΐτου νομοῦ Αὐρηλίῳ
Ἁτρῆτι ὁμομητρίῳ καὶ ὁμοπατρίῳ ἀδελφῷ χαίρειν.
ὁμολογῶ εἰληφέναι παρά σου τὸ ἐπιβάλλον μοι μέρος τῶν καταλειφθέντων ὑπὸ τοῦ πατρὸς ἡμῶν
χαλκωμάτων καὶ ἱματίων καὶ τετραπόδων καὶ
ξυλικῶν καὶ παντοίων, παρόντων μεσιτῶν Νείλου Ψακαταρίου καὶ Λεμησᾶ ἀπὸ τῆς αὐτῆς κώμης,
χωρὶς τοῦ ἐπιβάλλοντός μοι μέρους ὄρους τῆς
προκειμένης ἑνός . παρὰ δὲ σοὶ ἔσται, ἄχρις ἂν παραγένωμαι εἰς τὴν ἰδίαν κώμην καὶ τὰ περιγινόμενα λήμματα καὶ ζημίωμα πρὸς σὲ ἤτω καὶ οὐκ ἐπελεύσομαι περὶ αὐτῶν τούτων οὐδὲ οὐδεὶς τῶν παρʼ ἐμοῦ οὐδὲ τέκνον τέκνου διὰ τὸ εἰληφέναι τὸ ἐπιβάλλον μοι μέρος παντοίων. ἡ δὲ ἀσφάλεια
αὐτὴ ἐγράφη ἐν Φιλαδελφίᾳ παρόντων
τῶν μεσιτῶν ἀσφαλὴς καὶ βεβαία πανταχῇ
ἐπιφερομένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ἔτους δευτέρου τοῦ κυρίου ἡμῶν Πρόβου Σεβαστοῦ.
Αὐρήλιος Ἰάσων συνευδοκῶ τοῖς γεγραμμένοις
ὡς πρόκειται. Αὐρήλιος Διονύσιος ἔγραψα ὑπὲρ αὐτοῦ
γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.