no image
DDbDP-text
Linked by Trismegistos ID
TM 20195.
Each record below describes this same artifact or text from a different angle.
ἐκ τόμου ἐπικρίσεων Γαίου Ἀουιδίου Ἡλιοδώρου γενομένου ἡγεμόνος, οὗ προγραφή· οἱ ὑπογεγραμμένοιὑπογεγραμένοι οὐετρανοὶ στρατευσάμενοι ἐν εἴλαις καὶ ἐν σπείραις καὶ ἐν κλάσσαις δυσὶ Μεισηνάτῃ καὶ Συριακῇ ἐπιτυχόντες σὺν τέκνοις καὶ ἐγγόνοις τῆς Ῥωμαίων πολιτείαςπολειτίας καὶ ἐπιγαμίαςἐπιγαμιαν πρὸς γυναῖκας, ἃς τότε εἶχον, ὅτε αὐτοῖς ἡ πολιτείαπολειτία ἐδόθη, ἢ εἴ τινες ἄγαμοι εἶεν, πρὸς ἃς ἐὰν μεταξὺ ἀγάγωσι, τοῦ μέχρι μιᾶς ἕκαστος, ἔτι δὲ καὶ ἕτεροι οὐετρανοὶ οἱ χωρὶς χαλκῶν καὶ ἕτεροι οὐετρανοὶ καὶ αὐτοὶ ἐπιτυχόντες μόνοι τῆς Ῥωμαίων πολιτείαςπολειτίας, ὁμοίως δὲ καὶ Ῥωμαῖοι καὶ ἀπε λεύθεροι καὶ δοῦλοι καὶ ἕτεροι παρεγένοντο πρὸς ἐπίκρισιν Γαίου Ἀουιδίου Ἡλιοδώρου ἐπάρχου Αἰγύπτου ἀπὸ τῆς πρὸ ιε καλανδῶν Μαρτίων, ἥτις ἐστὶ τοῦ Μεχεὶρ κα, ἄχρι τῆς πρὸ ιζ καλανδῶν Ἰουνίων, ἥτις ἐστὶν μηνὸς Παχὼν κα τοῦ ἐνεστῶτος γ ἔτους Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς. ἃ δὲ παρέθεντο δικαιώματα ιωνατ χιλιάρχῳ λεγιῶνοςλεγειῶνος β Τραιανῆς Ἰσχυρᾶς, ἑκάστῳ ὀνόματι παράκειται. μεθʼ ἕτερα σελίδων η βουλόμενος παρεπιδημεῖν πρὸς καιρὸν ἐν νομῷ Ἀρσινοείτῃ θ ἀντίγραφον ἐπικρίσεως οὐετρανοῦ καὶ ααι θυγατρὸς αὐτοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.