no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9286.
Each record below describes this same artifact or text from a different angle.
Μαντέννιος Σαβεῖνος στρατηγοῖς ζ νομῶν
καὶ Ἀρσινοΐτου χαίρειν. τοῦ πεμφθέντος εἰς
τὴν λαμπροτάτην Ἀλεξάνδρειαν
διατάγματος ὑπʼ ἐμοῦ ἀντίγραφον ὑποταγῆναι ἐκέλευσα, ἵνα πάντες εἰδῆτε καὶ ταῖς ἴσαις ἡμέραις ἑορτάσηται. ἐρρῶσθε ὑμᾶς βούλομαι.
ἔτους α Αὐτοκράτορος Καίσαρος Πουβλίου
Ἑλουίου Περτίνακος Σεβαστοῦ Φαμενὼθ ι. ἀντίγραφον διατάγματος·
ἑορτάζοντας ὑμᾶς ἐπὶ τῇ εὐτυχεστάτῃ βασιλίᾳ τοῦ κυρίου
ἡμῶν Αὐτοκράτορος Πουβλίου
Ἁλουίου Περτίνακος τοῦ Σεβαστοῦ
πρώτου τῆς ἱερᾶς συνκλήτου
πατρὸς πατρίδος καὶ Πουβλίου
Ἑλουίου Περτίνακος τοῦ υἱέος
αὐτοῦ καὶ Φλαυίας Τιττιανῆς
Σεβαστῆς ἀκόλουθόν ἐστιν,
ὦ ἄνδρες Ἀλεξανδρεῖς, πανδημεὶ
θύοντας καὶ εὐχομένους ὑπέρ τε
τοῦ διηνεκοῦς αὐτοκρατοῦς
καὶ τοῦ σύνπαντος οἴκου στεφανηφορῆσαι ἡμέρας πεντεκαίδεκα ἀρξαμένους ἀπὸ τῆς σήμερον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.