Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.wilck.77

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀπὸ Σοκνοπαίου Νή σου τοῦ Ἀρσινοίτου νομοῦ ἀποσυστατ καὶ πο δύο μὲν ὑπὲρ υἱοῦ, ἑνὸς δὲ ὑπὲρ ἀδελφῶν διὰ τὸ τὰς ἑαυτῶν ἀποδεί ξειςἀποδίξις παρατεθεῖσθαι τῷ στρατηγῷ ἀκολούθως τοῖς κελευσθεῖσι, καὶ ἀνα γνωσθείσης ἐπιστολῆς Ἡρακλείδου στρατηγοῦ Ἀρσινοείτου Ἡρακλείδου μερίδος κατὰ λέξιν οὕτως· Ἡρακλείδης στρατηγὸς Ἀρσινοίτου Ἡρα κλείδου μερίδος Φλαουίῳ Μέλανι τῷ κρατίστῳ ἀρχιερεῖ χαίρειν· οἱ ὑπογεγραμμένοι ἱερεῖς τῆς πενταφυλίας θεοῦ μεγίστου Σοκνοπαί ου καὶ τῶν συννάων θεῶν ἱεροῦ λογίμου κώμης Σοκνοπαίου Νή σου ἐπέδωκάν μοι βιβλίδιονβιβλείδιον βουλόμενοι ἱερατικῶς περιτεμεῖν οἱ μὲν υἱοὺς ἑαυτῶν, οἱ δὲ συνγενεῖς ἐκ μητέρων τῶν ὑπογεγραμ μένων καὶ παρέθεντο ἀντίγραφα κατʼ οἰκίαν ἀπογραφῶν τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἐπεσκεμμένα ἐκ τῆς ἐπὶ τόπων βιβλιοθήκης, διʼ ἧς δηλοῦται ἀπογεγράφθαι τοὺς γονεῖς αὐτῶν ὡς ὄντας ἱερατικοῦ γένους καὶ ὁμοίως ἀντίγραφα κατʼ οἰκίαν ἀπογραφῶν τοῦ θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, διʼ ὧν δηλοῦται ἀπογεγράφθαι τοὺς γονεῖς τῶν εφ νν ῶν ἐκ μητέρων τῶν ἑξῆς δηλουμένων τῶν καὶ αὐτῶν ἱερειῶν τοῦ αὐτοῦ ἱερειῶν τοῦ αὐτοῦ ἱεροῦ καὶ ἀπογεγράφθαι τοὺς γονεῖς αὐτῶν τῇ τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ κατʼ οἰκίαν ἀπογραφῇ καὶ τῇ τοῦ θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου σὺν τοῖς παισί, καὶ Πετεσοῦχος δὲ ὁ καὶ Πτολε μαῖος Ὀννώφρεως στολιστὴς καὶ διάδοχος προφητείας τῶν ἐν τῇ μητροπόλει θεῶν καὶ Πακύσει καὶ Πανεφρέμ μεως τοῦ Ὥρου καὶ Πενγεὺς Στοτοήτιος τοῦ Στοτοήτιος καὶ Στοτοήτιος Στοτοήτιος τοῦ Στοτοήτιος καὶ Στοτοῆτις Στο τοήτιος τοῦ Πανεφρέμμιος καὶ Στοτοῆτις Ὀννώφριος τοῦ Σαταβοῦτος οἱ ε πρεσβύτεροι ἱερέων τοῦ προκειμέ νου ἱεροῦ Σοκνοπαίου καὶ Τεσενοῦφις στολιστὴς ἐδήλωσαν εἶναι τοὺς ὑπογεγραμμένους υἱοὺς τῶν ἑξης δη ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν εἰσὶν δὲ· ὁ δεῖνα τοῦ δεῖνος τοῦ Πετεφεως μητρὸς τῆς ἀποσυνιστὰς υἱὸν Στοτοῆτιν ἐκ μητρὸς Θα τῆς ἱερείας τῶν αὐτῶν θεῶν. Στοτοῆτις Τεσενούφεως τοῦ μητρὸς τῆς Στο τοήτιος υἱὸν Πακῦσιν ἐκ μητρὸς Τανεφρέμμεως τῆς ἱερείας τῶν αὐτῶν θεῶν. Τεσενοῦφις Ὥρου τοῦ μητρὸς ΤαπιώμιοςΤαπώμιος τῆς Τεσενούφεως τοὺς ὁμοπατρίους καὶ ὁμομητρίους ἀδελφοὺς Σαταβοῦν καὶ Στοτοῆτιν διὰ τὸ τὸν πατέρα αὐτῶν τετελευτη κέναι. Φλάουιος Μέλας ὁ ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν· κατὰ τὸ ἔθος περιτεμνέσθωσαν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.