Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
cpr.17A.18
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου ἐπιφανεστάτου Καίσαρος τὸ β. ἀντίγραφον ὑπομνηματισμῶν Σωστράτου Αἰλιανοῦ στρατηγοῦ ἤτοι ἐξάκτορος Ἑρμοπολείτου. Ἐπεὶφ λ, πρὸς τῇ βορινῇ πύλῃ τῇ ἐπὶ τὴν δημοσίαν στράταν Θεοφάνης γυμνασίαρχος βουλευτὴς Ἑρμοῦ πόλεως εἶπεν· ἀπόντος μου Ἀδέλφιος ὁ πρόεδρος ἐπιστάλμασιν ἐχρήσατο πρὸς τὸν υἱὸν μου Ἀνύσιον βουλόμενος δύνασθαι δίκην πρὸς αὐτὸν κινεῖν περὶ ἀρουρῶν. ἐκελεύσθη ὑπὸ τῆς ἀρετῆς τοῦ κυρίου τοῦ διασημοτάτου ἡγεμόνος ἀνενεγκὼν βιβλία πρὸς τὴν σὴν ἐπιμέλειαν σθαι εσει, ὡς οἴομαι, σήμερόν ἐστιν ἡ κυρία. οὐκ Ἀνυσίου δέ ἐστιν ἡ γῆ, ἀλλὰ τῆς μητρὸς ὥσπερ γοῦν ἡ πρᾶσις ἐλ έγχει ἐγὼ καὶ ἀνὴρ αὐτῆς ὢν καὶ ἀποσυστατικὸν ἔχων τὸ πρόσωπον ἀναδέχομαι τούτου ἕνεκα παραγραφαῖς ὑποκειμένουὑποκειμένο τοῦ προσώπου διὰ τὸ μὴ ἐξεῖναι αὐτὸν χωρὶς ἐπιστάλματος πρὸς τὴν μητέρα δίκην λέγειν. εἰ καὶ μάλιστα ἔρρωται τὰ δίκαια ἡμῖν τῶν ἀρουρῶν τοῦτο αὐτὸ τὸ γράμμα ἀποδείξει ὃ παρατίθεμαι. Σώστρατος αὐτῷ εἶπεν· ἤκουσα ἂν τῆς δίκης προσκαλεσάμενος Ἀδέλφιον εἰ μὴ ἤπειγέν με ἡ ἀποδημία ἡ πρὸς τὸν προγεγραμμένον διασημότατον ἡγεμόνα. ὁρῶ δὲ ὅτι καὶ πρὸς αὐταῖς ταῖς πύλαις τῆς ὁδοῦ ἐχόμενόν με κατείληφας ὅθεν, ἐπεὶ μὴ οἷόν τε ἐστὶν ἀπολεί πειν τοῦ ἐπιστάλματος, ἐνδοθήσονται τῇ διαίτῃ οἱ δεύτεροι χρόνοι. Θεοφάνης εἶπεν. ποίᾳ διαίτῃ; Ἀδέλφιος δίκην νῦν ἔχει πρὸς Ἀνύσιον οὐδὲ πρὸς τὴν μητέρα, ἀλλὰ μὴ ἔξεστιν αὐτῷ εἰσάγειν εἰς αὐτὴν χωρὶς τῆς ἀπὸ τοῦ διατάγματος συγχωρήσεως. ὁ στρατηγὸς εἶπεν· παραγραφ δυνήσηταιδυνήσειται διαχρήσασθαι vestiges τῶν δευτέρων χρόνων vestigesCross-references (3)
- TM-Text 17716 primary
- DDbDP-Text cpr;17A;18 tier-1
- HGV-Text 17716 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.