no image
DDbDP-text
Φιλουμένη Διοκλέους Ἰουδαία μετὰ κυρίου τοῦ αὑτῆς ἀδελφοῦ Πυθοκλέους τοῦ Διο κλέους Ἰουδαίου τῆς ἐπιγονῆς ἐμίσθωσεν Μενεστράτωι Ἰωναθοῦ Ἰουδαίωι τῆς ἐπιγονῆς τοῦ ὑπάρχοντος αὐτῆι παραδείσου περὶ Σαμαρείαν τὸ τρίτον μέ ρος εἰς ἔτη τέσσαρα ἀπὸ μηνὸς Δαισίου τοῦ ιϛ ἔτους φόρου κατʼκαθʼ ἔτος χαλκοῦ δραχμῶν ακο σίων, ἃς καὶ ἀπέχει τῶν τεσσάρων ἐτῶν. ἐργαζέσθω δὲ Μενέστρατος τοῦ πα ραδείσου τὰ ἐφέτεια ἔργα τὰ εἰθισμένα λαμβάνων παρὰ Φιλουμένης τοὺς καθή κοντας μισθούς, τῶν δὲ δημοσίων αὐτὸς εἰς τὸ τρίτοντρίτομ μέρος γείτω. συγγραφοφύλαξ Θεόδωρος Θεοδώρου Ἰουδαῖος τῆς ἐπιγονῆς. ἦν Φιλουμένη ὡς ἐτῶν ν μέση μελίχρως στρογγυλοπρόσωπος ἔνσιμος φακὸς ὑπὸ μήλωι δεξιῶι. Πυθοκλῆς ὡς ἐτῶν εὐμεγέθης μελάγχρως κοιλόφθαλμος φακὸς τραχήλωι ἐξ ἀριστε ρῶν προκέφαλος. Μενέστρατος ὡς ἐτῶν λε μέσος μελίχρως μακροπρόσωπος φακὸς μήλωι παρὰ ῥῖνα ἐκἐγ δεξιῶν. Θεόδωρος ὡς ἐτῶν β μέσος μελίχρως εὐθύρ ριν κοιλόφθαλμος. ἐγράφη ἔτους ιϛ Δαισίου. γίνεται ε Σαμαρείας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.