no image
DDbDP-text
Θράσυλλος ῆς ἐπιγο νῆς ἐδάνεισεν Πτολεμαίωι τῶι Θραικὶ καὶ Ἀπολλοδότωι τῶι τοῖς δύο τῆς ἐπιγονῆς χαλκοῦ δραχμὰς ακοσίας ἀποδότωσαν δὲ τὸ δάνειον τοῦτο ἀπὸ μηνὸς Αἰγυπτίων Ἁθὺρ ἕως Τῦβι τοῦ ιϛ ἔτους ἑκάστου μηνὸς τὸ ἐπιβάλλον. ἔγγυοι εἰς ἔκτισιν ἀλλήλων Πτολεμαῖος καὶ Ἀπολλό δοτος οἱ προγεγραμμένοι. συγγραφοφύλαξ Στρατοκλῆς Ἀρτεμιδώρου Ἡράκλειος τῶν οὔπω ἐπηγμένων Ἀλε ξανδρεὺς τῆς ἐπιγονῆς. ἦν Θράσυλλος ὡς ἐτῶν λ εὐμεγέθης μελίχρως μακροπρόσωπος οὐλὴ ὀφρύι ἀριστερᾶι ἄκραι. Πτολεμαῖος ὡς ἐτῶν μ μέσος μελάγχρως στρογγυλοπρόσωπος. Ἀπολλόδοτος ὡς ἐτῶν μ μέσος μελίχρως στρογγυλοπρόσωπος χωλαίνων τὸ δεξιὸν σκέλος. Στρατοκλῆς ὡς ἐτῶν λβ μέσος μελίχρως μακροπρόσωπος ἐπίγρυπος οὖςὦς δεξιὸν τετρημένος. ἐγράφη ἔτους ιϛ Ἀρτεμισίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.