no image
DDbDP-text
Ἰσάζελμις Θρᾶιξ τῶν Πτολεμαίου τοῦ Ἐτεωνέως τῆς ε ἱππαρχίας ἑκατοντάρουρος ἐμίσθωσεν Μασάρται Μηδόκου Θραικὶ καὶ Μνήμονι Ποσειδωνίου Μεγαρεῖ τοῖς δύο τῆς ἐπιγονῆς τὸν αὑτοῦ κλῆρον, ὃν ἔχει περὶ τὸν Ἰβι ῶνα τῶν πενταρούρων, γῆς ἀρουρῶν ἑκατὸν ἀπὸ μηνὸς Δύστρου τοῦ ιϛ ἔτους εἰς ἔτη δύο ἐκφορίου τῆς ἀρούρας κατʼκαθʼ ἔτος πυρῶν ἀρταβῶν δύο ἀκίνδυνον πλὴν ἀβρόχου. ἀποδό τωσαν δὲ Μασάρτας καὶ Μνήμων Ἰσαζέλμει κατʼκαθʼ ἔτος ἐνἐμ μηνὶ Περιτίωι τὸ ἐκφόριον καὶ κατα στησάτωσαν εἰς Θεογενίδα πρὸς Ἰσάζελμιν. συγγρα φοφύλαξ Ἀθηνόδωρος Ἀρτεμιδώρου Ἡράκλειος τῶν οὔπω ἐπηγμένων Ἀλεξανδρεὺς τῶν ἐκ τοῦ Ἑρμοπολίτου πρώτων τῆς ε ἱππαρχίας ἑκατοντάρουρος. ἦν Ἰσάζελμις ὡς ἐτῶν λε μέσος μελ χρως μακροπρόσωπος προκέφαλος οὐλὴ μετώπωι μέσωι. Μασάρτας ὡς ἐτῶν οὐλὴ μετώπωι ἐξ ἀριστερῶν. Μνήμων ὡς ἐτῶν λβ μέσος μελίχρως μακροπρόσωπος ἀναφάλανθος. Ἀθηνόδωρος ὡς ἐτῶν μέσος μελίχρως μακροπρόσωπος προκέφαλος φακὸς παρὰ κρόταφον ἀριστερόν. ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.