Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.hamb.1.24
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους τετάρ τοῦτετάρτου καὶ εἰκοστοῦ ἐπὶ ἱερέως Ἀρχέτου τοῦ Ἰασίου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Τιμωνάσσης τῆς Ζωίλου μηνὸς Δίου ἐν Ἱερᾶι Νήσωι Θεῶν Σωτήρων τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Πτολεμαῖος Μνησίου τῶν Πτολεμαίου τοῦ Ἐτεωνέως τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουρος Πετοσίρει ΣεαρμώτουΣεναρηώτουΣεαρηώτου τοπάρχηι τῶν μεμερισμένωνεμερισμενων αὐτῶι τῆς Ἡρακλεί δου μερίδος καὶ Ὥρωι βασιλικῶι γραμματεῖ ἐσπαρκέναιεσπαρναι ἐν τῶι ἰδίωι κλήρωι περὶ Ἱερὰν Νῆσον Θεῶν Σωτήρων σησάμωι θερινῶι ἀρούρας ὀγδοήκοντα εἰς τὸ πέμπτον καὶ εἰκοστὸν ἔτος καὶ ἔχειν ἀπὸ τῆς ἐν Κροκοδίλων πόλει τραπέζης κάτεργον εἰς ἑκάστην ἄρουραν ἀργυρίου δραχμὰς δύο ὥστʼ εἶναι δραχμὰς ἑκατὸν ἑξήκοντα καὶ παραμετρήσειν τὸ γενόμενον αὐτῶι σήσαμον πᾶν εἰς τὸ βασιλικὸν ἐν τῶι πέμπτωι καὶ εἰκοστῶι ἔτει καὶ ἀποδώσειν τὸ κάτεργον τῶι βασιλεῖ διὰ τῆς αὐτῆς τραπέζηςαραπεζης ἐν τῶι πέμπτωι καὶ εἰκοστῶι ἔτει· ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω παραχρῆμα καὶ ἡ πρᾶξις ἔστω αὐτοῖς καὶ ἄλλωι τῶι τὴν συγγραφὴν ἐπιφέροντι ἐκ τῶν Πτο λεμαίου ὑπαρχόντων πάντων καὶ τῶν τοῦ ἐγγύου ὡς πρὸς βασι λικά. ἔγγυος Πτολεμαίου εἰς ἔκτεισιν τοῦ κατέργου Πανεῦις Παῖτος ηςτῆς ἐπιγονῆς. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω. μάρτυρες· Ἀντιγένης Θραῖξ Ἕρμων Πέρσης οἱ δύο τῶν Πτολεμαίου τοῦ Ἐτεωνέως, Σώστρατος Θρᾶιξ Διῆς νης Ἀχαιὸς οἱ τρεῖς τῶν Ἱπποκράτους, οἱ πέντε τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουροι, Πολέμων Μενελάου Μακεδὼν τῆς ἐπιγονῆς. Πτολεμαίου Πετοσίριος Ἀντιγένους νου seal Ἕρμωνος seal Διέους Πανεύιος Ὥρου Σωστράτου ΠολέμωνοςCross-references (3)
- TM-Text 2798 primary
- DDbDP-Text p.hamb;1;24 tier-1
- HGV-Text 2798 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.