Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.heid.8.417
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους ἑκκαιδεκάτου, ἐφʼ ἱερέως τοῦ Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν ου vestiges vestiges Γλαύκωνα Ἀνδρονίκου Ἰουδαῖον vestiges vestiges διὰ τῆς ἐν Ἡρακλέους πόλει βασιλικῆς τραπέζης ἐν ἡμέραις πέντε τὸν προειρημένον χαλκόν. ἐὰν δὲ μὴ παραδέχηται ἢ ἐπέλθηι Ἀρσάκης ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπʼ Ἰσίδωρον ἢ Θεόδοτον ἢ τοὺς παρʼ αὐτῶν ἢ ἐγκαλῶν vestiges καὶ προσαποτεισάτω Ἀρσάκης Ἰσιδώρωι ἡμιολίους τάς τε μυρίας ὀκτακοσίας δραχμὰς ἃς ἀπέχει καὶ τὸ βλάβος. μάρτυρες· Ἀγέλαος Ἀγελάου, vestiges ης νιου, Φιλώτας Φιλοξένου, οἱ τρεῖς Μακεδόνες, Πτολεμαῖος Ἀντιγόνου Πέρσης, Ζώπυρος vestiges Θρᾶιξ, οἱ πέντε τῆς ἐπιγονῆς, Ἅρπαλος Θρᾶιξ τῶν Αὐτομέδοντος ἰδιώτης. ἔχω κυρίαν. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους ἑκκαιδεκάτου, ἐφʼ ἱερέως τοῦ Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπα τόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Δίας τῆς Μενύλλου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς , ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς ΞανδικοῦΠανήμου ἑνδεκάτηι, ἐν Ἡρακλέους πόλει. ὁμολογεῖ Ἀρσάκης Μακεδὼν τῶν Ἀντιμάχου ὀγδοηκον τάρουρος Ἰσιδώρωι Σωσίου Συρακοσίωι τῆς ἐπιγονῆς, ὑπηρέτηι Νικοστράτου πράκτορος ξενικῶν, ἀπέχειν παρὰ Θεοδότου τοῦ Ἴωνος Ἰουδαίου τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος δραχμὰς μυρίας ὀκτακοσίας τιμὴν πυρῶν ἀρταβῶν τριάκοντα ἕξ , τὴν ἐγγύην ἣν ἐνεγυήσατο Θεόδοτος Γλαύκωνα Ἀνδρονίκου Ἰουδαῖον τῆς ἐπιγονῆς κατὰ συγγραφὴν ἧς συγγραφοφύλαξ Νκταῖος - πρὸς ἃς καὶ παραδοθεὶς ὑπʼ αὐτοῦ Θεόδοτος ἐξωμολογήσατο ὀφείλειν - καὶ συντεταχέναι αὐτῶι διέσθαι Θεόδοτον ἐκ τοῦ πρακτορείου καὶ οὐθὲν ἐγκαλεῖ Ἀρσάκης Ἰσιδώρωι οὐδὲ Θεοδότωι περὶ τοῦ χαλκοῦ τούτου οὗ ἀπέχει καὶ παρα δεξάσθω Ἀρσάκης Θεοδότωι διαγραφὴν διὰ τῆς ἐν Ἡρακλέους πόλει βασιλικῆς τραπέζης ἐν ἡμέραις πέντε , ἀφʼ ἧς ἂν αὐτῶι προείπηι Ἰσίδωρος ἢ αὐτὸς Θεόδοτος, ὁμολογῶν ἀπέχειν παρὰ Θεοδότου τὸν προειρημένον χαλκόν. ἐὰν δὲ μὴ παραδέχηται ἢ ἐπέλθηι Ἀρσάκης ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπʼ Ἰσίδωρον ἢ ἐπὶ Θεόδοτον ἢ τοὺς παρʼ αὐτῶν ἐγκαλῶν ἢ εἰσπράσσων περί τινος τῶν προγε γραμμένων παρευρέσει ἡιτινιοῦν ἥ τε ἔφοδος αὐτῶι ἄκυρος ἔστω καὶ προσαποτεισάτω Ἀρσάκης Ἰσιδώρωι ἡμιολίους τάς τε μυρίας ὀκτακοσίας δραχμὰς ἃς ἀπέχει καὶ τὸ βλάβος. μάρτυρες· Ἀγέλαος Ἀγελάου, Παης νιου, Φιλώτας Φιλοξένου, οἱ τρεῖς Μακεδόνες, Πτολεμαῖος Ἀντιγόνου Πέρσης, Ζώπυρος Θρᾶιξ, οἱ πέντε τῆς ἐπιγονῆς, Ἅρπαλος Θρᾶιξ τῶν Αὐτομέδοντος ἰδιώτης. συγγραφοφύλαξ Ἀγέλαος. Ἀρσάκης ἀπέχω τὰς μυρίας ὀκτακοσίας δραχμὰς καθότι προγέγραπται καὶ δέδωκα κυρίαν Ἀγελάωι. ἔγραψεν περὶ αὐτοῦ Ῥόδων Ἀγαθοκλέους Μακεδὼν τῆς ἐπιγονῆς ἀξιώσαντος διὰ τὸ φάσκειν μὴ ἐπίστασθαι γράμματα. πρὸς Ἀρσάκην. ὁμολογία. vestiges Ζωπύρου vestiges ἉρπάλουCross-references (3)
- TM-Text 47295 primary
- DDbDP-Text p.heid;8;417 tier-1
- HGV-Text 47295 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.