no image
DDbDP-text
Ἰσάζελμις Θρᾶιξ τῶν Πτολεμαίου τοῦ Ἐτεωνέως
τῆς ε ἱππαρχίας ἑκατοντάρουρος ἐμίσθωσεν Μασάρται Μηδόκου Θραικὶ
καὶ Μνήμονι Ποσειδωνίου Μεγαρεῖ τοῖς δύο τῆς
ἐπιγονῆς τὸν αὑτοῦ κλῆρον, ὃν ἔχει περὶ τὸν Ἰβιῶνα τῶν πενταρούρων, γῆς ἀρουρῶν ἑκατὸν ἀπὸ μηνὸς Δύστρου
τοῦ ιϛ ἔτους εἰς ἔτη δύο ἐκφορίου τῆς ἀρούρας κατʼ ἔτος
πυρῶν ἀρταβῶν δύο ἀκίνδυνον πλὴν ἀβρόχου. ἀποδότωσαν δὲ Μασάρτας καὶ Μνήμων Ἰσαζέλμει
κατʼ ἔτος ἐν μηνὶ Περιτίωι τὸ ἐκφόριον καὶ καταστησάτωσαν εἰς Θεογενίδα πρὸς Ἰσάζελμιν. συγγραφοφύλαξ Ἀθηνόδωρος Ἀρτεμιδώρου Ἡράκλειος
τῶν οὔπω ἐπηγμένων Ἀλεξανδρεὺς τῶν
ἐκ τοῦ Ἑρμοπολίτου πρώτων τῆς ε ἱππαρχίας ἑκατοντάρουρος.
ἦν Ἰσάζελμις ὡς ἐτῶν λε μέσος μελ[…]χρωςμακροπρόσωπος
προκέφαλος οὐλὴ μετώπωι μέσωι.
Μασάρτας ὡς ἐτῶν…[…]…
οὐλὴ μετώπωι ἐξ ἀριστερῶν.
Μνήμων ὡς ἐτῶν λβ μέσος μελίχρως μακροπρόσωπος
ἀναφάλανθος.
Ἀθηνόδωρος ὡς ἐτῶν[…]μέσος μελίχρως μακροπρόσωπος
προκέφαλος φακὸς παρὰ κρόταφον ἀριστερόν.
ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.