no image
DDbDP-text
Loan of money via HGV-meta
Linked by Trismegistos ID
TM 663.
Each record below describes this same artifact or text from a different angle.
[r]
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου ἔτους δωδεκάτου, ἐφʼ ἱερέως Λεοντίσκου τοῦ
Καλλιμήδους, μηνὸς Περιτίου, ἐν Πίτωι τοῦ
Μεμφίτου νομοῦ. ἐδάνεισεν Διονύσιος Ἀπολλωνίου Γαζαῖος τῶν περὶ Δείνωνα Ἰσιδώρωι Θράικι τεσσαρακονταρούρωι τῶν Λυκόφρονος ἀργυρίου δραχμὰς τριακοντατέσσαρας , τοῦτο δʼ ἐστὶν ἡ τιμὴ τοῦ βασιλικοῦ
σίτου, τόκου ὡς δύο δραχμῶν τῆι μνᾶι ἑκάστηι τὸν μῆνα ἕκαστον. ἀποδότω δὲ Ἰσίδωρος Διονυσίωι τὸ
δάνειον ἐν μηνὶ Ἀρτεμισίωι τῶι ἐν τῶι τρεισκαιδεκάτωι ἔτει καὶ τὸν τόκον. ἐὰν δὲ μὴ
ἀποδῶι ἐν τῶι γεγραμμένωι χρόνωι, ἀποτεισάτω τὸ δάνειον ἡμιόλιον, καὶ ἡ πρᾶξις ἔστω
Διονυσίωι ἐκ τῶν ὑπαρχόντων τῶν Ἰσιδώρου
καὶ τῶν τοῦ ἐγγύου, πράσσοντι τρόπον ὃν
ἂν βούληται Διονύσιος πρὸς βασιλικά. ἔγγυος
τοῦ δανείου Ἰσιδώρου καὶ τῶν κατὰ τὴν συγγραφὴν
εἰς ἔκτεισιν Διονυσίωι Δημήτριος Δάμωνος
Θρᾶιξ σύγκληρος. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν
ἐπιφέρηι Διονύσιος ἢ ὧι ἂν Διονύσιος παραδῶι. μάρτυρες Τηρήπης Θρᾶιξ τεσσαρακοντάρουρος, Ἑβρύζελμις Θρᾶιξ τεσσαρακοντάρουρος, Ποσειδώνιος Θρᾶιξ
ἑβδομηκοντάρουρος, Βίθυς Θρᾶιξ ἑκατονδεκάρουρος,
Διονύσιος Θρᾶιξ ἑξηκοντάρουρος, Ζίπυρος Βίθυος Θρᾶιξ σύγκληρος, οὗτοι τῶν Λυκόφρονος.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου
ἔτους δωδεκάτου, ἐφʼ ἱερέως Λεοντίσκου τοῦ Καλλιμήδους, μηνὸς Περιτίου,ἐν Πίτωι τοῦ Μεμφίτου νομοῦ. ἐδάνεισεν Διονύσιος Ἀπολλωνίου
Γαζαῖος τῶν περὶ Δείνωνα Ἰσιδώρωι Θράικι
τῶν Λυκόφρονος τεσσαρακονταρούρωι ἀργυρίου δραχμὰς τριακοντατέσσαρας , τοῦτο
δʼ ἐστὶν ἡ τιμὴ τοῦ βασιλικοῦ σίτου, τόκου ὡς
δύο δραχμῶν τῆι μνᾶι ἑκάστηι τὸν μῆνα
ἕκαστον. ἀποδότω δὲ Ἰσίδωρος Διονυσίωι
τὸ δάνειον ἐν μηνὶ Ἀρτεμισίωι τῶι ἐν τῶι
τρεισκαιδεκάτωι ἔτει καὶ τὸν τόκον. ἐὰν
δὲ μὴ ἀποδῶι ἐν τῶι γεγραμμένωι χρόνωι,
ἀποτεισάτω τὸ δάνειον ἡμιόλιον, καὶ ἡ πρᾶξις ἔστω Διονυσίωι ἐκ τῶν ὑπαρχόντων τῶν
Ἰσιδώρου καὶ τῶν τοῦ ἐγγύου, πράσσοντι
τρόπον ὃν ἂν βούληται Διονύσιος πρὸς βασιλικά. ἔγγυος τοῦ δανείου Ἰσιδώρου καὶ τῶν
κατὰ τὴν συγγραφὴν πάντων εἰς ἔκτεισιν
Διονυσίωι Δημήτριος Δάμωνος Θρᾶιξ τῶν Λυκόφρονος σύγκληρος. […]ἀρουρῶν τεσσαράκοντα . ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηι
Διονύσιος ἢ ὧι ἂν Διονύσιος παραδῶι. μάρτυρες
Βίθυς Θρᾶιξ ἑκατονδεκάρουρος, Τηρήπης Θρᾶιξ
τεσσερακοντάρουρος, Ἑβρύζελμις Θρᾶιξ τεσσαρακοντάρουρος, Ποσειδώνιος Θρᾶιξ ἑβδομηκοντάρουρος,
Ζίπυρος Θρᾶιξ σύγκληρος, μετὰ Βίθυος ἀρουρῶν ἑξήκοντα , Διονύσιος Θρᾶιξ ἑξηκοντάρουρος, οὗτοι τῶν Λυκόφρονος
[…]συγγραφοφύλαξ Βίθυς
ἔχω κυρίαν.
[v,ctr]
πρὸς Ἰσίδωρον
δραχμαὶ λδ.
… δραχμαὶ λδ.
[v,ms]
Ἑβρυζέλμιος,
Ζιπύρου,
Τηρήπους,
Διονυσίου,
Βίθυος,
Ποσειδωνίου.
[v,md]
Διονυσίου,
Ἰσιδώρου,
Δημητρίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.