no image
DDbDP-text
Livraison de vin pour l'annone militaire via HGV-meta
Linked by Trismegistos ID
TM 22985.
Each record below describes this same artifact or text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας
καὶ λαμπρᾶς καὶ σεμνοτάτης διʼ Αὐρηλίου Κορελλίου
Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιᾶς εὐθηνιαρχήσαντος
γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως
παρὰ Αὐρηλίου […]μου Διδύμου βουλευτοῦ αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς ἅμα Μαξιμ[…]
[…] γενομένου βουλευτοῦ εἰς ἐπιμέλειαν οἴνου
ἀννώνης διανεμεθείσης τοῖς τότε μ[…]
[…]του γενναιοτάτοις στρατιώταις·
αἰτούμεθα ἐπισταλῆναι ἀπὸ πολιτικοῦ λόγου
[…] τὰ καὶ προσχρησθέντα εἰς τὴν προκειμένην ἐπιμέλειαν ὑπὲρ τοῦ ἐπιβάλλοντος τῇ
πόλει τρίτου μέρους ὑπὲρ μηνῶν Μεσορὴ καὶ Θὼθ καὶ
Μεσορὴ μὲν τοῦ διεληλυθότος ιγ ἔτους Θὼθ δὲ τοῦ
ἐνεστῶτος ιδ ἔτους ἀργυρίου τάλαντα δύο καὶ
δραχμὰς χιλίας τεσσαράκοντα ὧν τὸν
λόγον καταχωριοῦμεν εἰς τὸ πολιτικὸν λογιστήριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου
Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου
Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.