no image
DDbDP-text
Rapport du distributeur d'huile du gymnase via HGV-meta
Linked by Trismegistos ID
TM 22947.
Each record below describes this same artifact or text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας
σεμνοτάτης τε καὶ λαμπροτάτης διὰ Αὐρηλίου
Κορελλίου Ἀλεξάνδρου εὐθηνιαρχήσαντος
βουλευτοῦ νεωκόρου τοῦ ἐνταῦθα μεγάλου Σαράπιδος γυμνασιάρχου ἱππικοῦ ἀπὸ στρατιῶν ἐνάρχου πρυτάνεως
παρὰ Αὐρηλίου Τούρβωνος τοῦ καὶ Ἀμμωνίου Ἀμμωνίου Τούρβωνος καὶ ὡς χρηματίζω ἐλαιοχύτου τοῦ ἐνταῦθα γυμνασίου κατὰ τὰ κελευσθέντα διʼ ὑπομνημάτων ὑπὸ τοῦ κράτιστα ἐπιστρατηγήσαντος Αὐρηλίου Τίρωνος περὶ τοῦ ἐπὰν ἀναλειψία γένηται προσφωνεῖν με τῇ κρατίστῃ βουλῇ
[… 20 lines lost …]
ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου
Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου
Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ Παχὼν λ Αὐρήλιος Τούρβων ὁ καὶ
Ἀμμώνιος ἐπιδέδωκαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.