no image
DDbDP-text
Rapport du distributeur d'huile du gymnase via HGV-meta
Linked by Trismegistos ID
TM 22944.
Each record below describes this same artifact or text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σεμνοτάτης τε καὶ λαμπροτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου εὐθηνιαρχήσαντος γυμνασιάρχου
βουλευτοῦ νεωκόρου τοῦ ἐνταῦθα μεγάλου Σαράπιδος
ἱππικοῦ ἀπὸ στρατιῶν καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως
παρὰ Αὐρηλίου Τούρβωνος τοῦ καὶ Ἀμμωνίου Ἀμμωνίου Τούρβωνος καὶ ὡς χρηματίζω ἐλαιοχύτου τοῦ ἐνταῦθα γυμνασίου
κατὰ τὰ κελευσθέντα διʼ ὑπομνημάτων ὑπὸ τοῦ κράτιστα
ἐπιστρατηγήσαντος Αὐρηλίου Τίρωνος περὶ τοῦ ὅταν ἀναλειψία γένηται
προσφωνεῖν με τῇ κρατίστῃ βουλῇ· ἐπεὶ οὖν τῇ ἑνδεκάτῃ τοῦ ὄντος μηνὸς Φαῶφι ἀναλειψία ἐγένετο
γυμνασιαρχοῦντος Σ[…]σ[…]
[…]ας ἀκολούθως τῷ λόγῳ […]
[…]ετγυμνασιαρχοῦντος Αὐρηλίου Τούρβωνος
τοῦ καὶ […] καὶ τῇ τετρακαιδεκάτῃ ὁμοίως γυμνασιαρχοῦντος Κλαυδίου Εὐδαίμονος καὶ τῇ ἑβδόμῃ
καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς Φαῶφι ἀναλειψία ἐγένετο γυμνασιαρχοῦντος Θεογειτίωνος τοῦ καὶ Διονυσάμμωνος ὁμοίως ἀκολούθως τῷ κλήρῳ
αὐτὸ τοῦτο φανερὸν ὑμῖν ποιῶ ἱνʼ εἰδῆτε·
διευτυχεῖτε.
ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου
Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου
Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
Φαῶφι λ Αὐρήλιος Τούρβων ὁ καὶ Ἀμμώνιος ἐπιδέδωκαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.