no image
DDbDP-text
[r]
† μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου
τοῦ λαμπροτάτου Φαρμοῦθι … … ἰνδικτίονος.
Αὐρηλία Μαρτυρία ἡ καὶ Λεία θυγάτηρ
Φοιβάμμωνος ἀπὸ τῆς Ἀρσινοιτῶν
πόλεως ἀπὸ ἀμφόδου Ἀπερῶτος
Φλαουίῳ Μηνοδώρῳ ἀπὸ πριμικηρίων
ἀριθμοῦ τῶν καθοσιωμένων
Λεόνων Κλιβαναρίων υἱῷ Φοιβάμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν.
ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ
ἀπὸ τῶν ὑπαρχόντων σοι ἐπὶ τῆσδε τῆς πόλεως καὶ τοῦ προγεγραμμένου ἀμφόδου Ἀπερῶτος χορτοθήκην ἐξ ὁλοκλήρου ἀνεῳγμένην εἰς βορρᾶ μετὰ πάντος
αὐτῆς τοῦ δικαίου καὶ χρηστηρίων
πάντων ἐφʼ ὅσον χρόνον
βούλει[…]ἀπὸ τοῦ[…]
μηνὸς[…]
ἐνάτης ἰνδικτίονος[…]
[… ? lines lost …]
[v]
† μίσθωσις χορτοθήκης ἐξ ὁλοκλήρου ὑπὸ Αὐρηλίας Μαρτυρίας[…]
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.