no image
DDbDP-text
[r]
† Μετὰ τὴν ὑπατείαν Φλαουίου
Βασιλίου τοῦ λαμπροτάτου Φαρμοῦθι
πέμπτῃ ἕκτης ἰνδικτίονος ἐν Ἀρσινοιτῶν πόλει.
Αὐρήλιος Εὐτύχης υἱὸς Γεωργίου
πλακουντᾶς ἀπὸ τῆς Ἀρσινοιτῶν
πόλεως ἀπὸ ἀμφόδου Μοήρεως
Αὐρηλίῳ …ε…[…]τω. […]
[…]ιω […]
… τη […]
Μοήρεως[…]
ἀπὸ τῶν ὑπαρχόντων σου τόπον
ἕνα ἀνεῳγμένον εἰς ἀπηλιώτην
μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ
χρηστηρίων πάντων ἐπὶ χρόνον
ὅσον βούλεται ἀπὸ νεομηνίας τοῦ ὄντος
μηνὸς Φαρμοῦθι τῆς παρούσης ἕκτης
ἰνδικτίονος παρέχοντός μου τοῦ
μισθωσαμένου
Εὐτυχίου ὑπὲρ ἀποτάκτου ἐνοικίου αὐτοῦ
ἐνιαυσίως χρυσίου νομισματίου ἥμισυ
ὡς νομιτεύεται, χρυσίου
νομισμάτιον 𐅵 ὡς
νομιτεύεται ἀκοιλάντως ἐξ ὑπαρχόντων μου πάντων. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς
ὡμολόγησα. † Αὐρήλιος Εὐτύχης
υἱὸς Γεωργίου ὁ προκείμενος μεμίσθωμαι τὸν
προγεγραμμένον
τόπον καὶ παρασχήσω ἐνιαυσίως τὸ
ἐνοίκιον ὡς πρόκειται.
Αὐρήλιος Ἄγαθος Παύλου ἔγραψα ὑπὲρ
αὐτοῦ παρόντος ἀγραμμάτου.
† di emu Paulu
[…]…
[v]
† Μίσθωσις τόπου ἑνὸς
Εὐτυχίου υἱοῦ Γεωργίου πλακουντοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.