no image
DDbDP-text
[r]
βασιλείας τοῦ θειοτάτου ἡμῶν
δεσπότου Φλαυίου Ἰουστινιανοῦ
τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος
ἔτους πεντεκαιδεκάτου ἐπὶ ὑπατείας
Φλαυίου Βασιλείου τοῦ πανευφήμου
Φαῶφι ια πέμπτης ἰνδικτίονος
Αὐρήλιος Ἑρμαυῶς ἐκ πατρὸς Ψενθαησίου μητρὸς Τασῶτος ἀπὸ κώμης
Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ.
Αὐρηλίῳ Χαρισίῳ υἱῷ Ψιμανῶβετ
ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ
μεμισθῶσθαι παρὰ σοῦ πρὸς τὸν
ἐνιαύσιον χρόνον καρπῶν τῆς σὺν θεῷ
μελλούσης ἕκτης ἰνδικτίονος τὸ ὑπάρχον
σοι μέρος …[…] τοῦ δικτυοφόρου
τόπου καλουμένου Πανοπτου ἐκ λιβὸς
πρὸς νότον τῆς κώμης καταντικρὺ
τούτου κτήματος ἐφʼ ᾧ με τοῦτο
ἔχειν ὑπʼ ἐμὲ ἁλιεύειν καὶ διδόναι
σοι θρίσσαν ὀψάρια διπλᾶ […] ιε.
ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς
ὡμολόγησα Αὐρήλιος Ἑρμαυῶς Ψενθαησίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται.
Φλαύιος Μηνᾶς Ἰωσηφίου ἀξιωθεὶς
ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα
μὴ εἰδότος
διʼ ἐμοῦ Ἰερημίου ἐγράφη.
[v]
μίσθωσις […]…ς τοπ… ε… Πανοπτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.