no image
DDbDP-text
[r]
μετὰ τὴν ὑπατείαν Φλαουίου Φιλοξένου τοῦ ἐνδοξοτάτου,
Θὼθ τρίτῃ, ἕκτης ἰνδικτίονος.
Φλαυίῳ Ἡλιοδώρῳ τῷ εὐδοκιμωτάτῳ υἱῷ
τοῦ τῆς λογίας μνήμης Δημέου ἀπογενομένου
ἐκδίκου τῆς Ἑρμουπολιτῶν παρὰ Παύλου Ἑρμείου
μητρὸς Μ[…]… διακόνου καὶ χαλκέως
ἀπὸ τῆς αὐτῆς πόλεως· ὁμολογῶ ἑκουσίως
καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς
εὐδοκιμήσεως ἐφ’ ὃν ἄν βουληθῇ͂ς χρόνον
ἀπὸ νεομηνίας τοῦ ἐνεστῶτος μηνὸς
τῆς παρούσης ἕκτης ἰνδικτίονος τὸ ὑπάρχον τῇ σῇ εὐδοκιμήσει τρίτον μέρος χαλκευτικοῦ ἐργαστηρίου ὁλοκλήρου, οἵας ἐστὶν διαθέσεως, σὺν αἱροῦντι αὐτῷ μέρει τοῦ ἐκεῖσε
φρέατος καὶ […]…[…]…ις χρηστηρίοις πᾶσι καὶ δικαίοις
κατὰ κοινωνίαν τῶν ἀδελφῶν τῆς σῆς
εὐδοκιμήσεως πρὸς τὸ ὑπόλοιπον δίμοιρον
μέρος εἰς συμπλήρωσιν τοῦ ὅλου ἐργαστηρίου
διακειμένου ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν
ἐπ’ ἀμφόδου Φρουρίου ἀπηλιώτου ἐν ῥύμῃ
Ἀφέσεως πρὸς οἴκησίν μου καὶ χρῆσιν τῆς ἐμῆς
τέχνης, ἐνοικείου τοῦ τρίτου αὐτῆς μέρους
ἐργαστηρίου κατ’ ἔτος χρυσοῦ κερατίων ἕξ, ὅπερ
ἐνοίκειον ἀποδώσω αὐτῇ πρὸς λῆξιν ἑκάστου
ἔτους ἀνυπερθέτως, καὶ ὁπόταν βουληθῇς
ἔχειν παραδώσω αὐτῇ τὸ αὐτὸ τρίτον
μέρος χαλκευτικοῦ ἐργαστηρίου σὺν θύρᾳ
καὶ κλεισὶν ὡς παρείληφα. ἡ μίσθωσις κυρία
καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Παῦλος Ἑρμείου
διάκονος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Κ[…]…[…]υ…
Λουλοῦτος ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος †. Αὐρήλιος Σαραπίων Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως
μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.
[…] Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει
ἀκούσας […]… Φλάυιος Ἐπιφάνειος Φοιβάμμωνος
[…] μαρτυρῶ τῇ μισθώσει … ἀκούσας παρὰ τοῦ θεμένου .
† δι’ ἐμοῦ Βίκτορος ἐγράφη κύριε βοήθει …εσ fl
[r]
[…] μίσθωσις Παύλου Ἑρμείου διακόνου κα…[…]…λ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.