no image
DDbDP-text
[column i]
Αὐρήλιος Ἁρποκρᾶς Σαραπίωνος τοῦ καὶ Θέωνος
Θώνιος μητρὸς Θαισοῦτος ἀπ’ Ὀξυρύγχων πόλεως
Λουκίῳ Καλπουρνίῳ Φίρμῳ καὶ ὡς χρηματίζει
γενομένῳ κοσμητῇ τῆς λαμπροτάτης πόλεως
τῶν Ἀλεξανδρέων χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ τιμὴν οἴνου γενήματος τοῦ ἐνεστῶτος δευτέρου ἔτους κεραμίων Ὀξυρυγχιτικῶν
τετραχόων λεγομένων ἑξήκοντα δύο, γίνονται ἑξήκοντα δύο, ἅπερ ἐπάναγκον ἀποδώσω
σοι ἀφ’ οὗ ἔχω περὶ Τῆιν ἀμπελικοῦ κτήματος
[…] ἅμα τῇ τοῦ ἐνεστῶτος ἔτους τρύγῃ,
μέτρῳ ᾧ τὸ ὅλον γένημα ἐξαντλεῖται εἰς ἃ καὶ
παρέξω κοῦφα, πάντα δὲ χωρὶς ὑπερθέσεως. εἰ δὲ μή, ἐκτείσω σοι τὴν ἐπὶ τοῦ τότε
καιροῦ ἐσομένην τιμὴν διπλῆν, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων […]
[column ii]
Αὐρήλιος Ἁρποκρᾶς Σαραπίωνος τοῦ καὶ Θέωνος
Θώνιος μητρὸς Θαισοῦτος ἀπ’ Ὀξυρύγχων πόλεως Λουκίῳ Καλπουρνίῳ Φίρμῳ καὶ ὡς
χρηματίζει γενομένῳ κοσμητῇ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων χαίρειν. ὁμολογῶ
ἐσχηκέναι παρὰ σοῦ τιμὴν οἴνου γενήματος τοῦ ἐνεστῶτος δευτέρου ἔτους κεραμίων
Ὀξυρυγχιτικῶν τετραχόων λεγομένων ἑξήκοντα δύο, γίνονται ἑξήκοντα δύο, ἅπερ ἐπάναγκον ἀποδώσω σοι ἀφ’ οὗ ἔχω περὶ Τῆιν ἀμπελικοῦ κτήματος […]… ἅμα τῇ τοῦ
ἐνεστῶτος ἔτους τρύγῃ, μέτρῳ ᾧ τὸ ὅλον
γένημα ἐξαντλεῖται εἰς ἃ καὶ παρέξω κοῦφα, πάντα δὲ χωρὶς ὑπερθέσεως. εἰ δὲ μή, ἐκτείσω
σοι τὴν ἐπὶ τοῦ τότε καιροῦ ἐσομένην τιμὴν
διπλῆν […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.