no image
DDbDP-text
Λονγῖνος Νομερίωι τῶι τιμιωτάτωι φιλτάτωι καὶ ἀδελφῶι πλεῖστα χαίρειν καὶ διὰ παντὸς
ὑγιαίνειν. λαβὼν τὸ ὄστρακον παρὰ
τοῦ σμαραγδαρίου τοῦτο ἐν ᾧ μοι γράφις κεχρῆσθαι Κοδράτῳ δραχμὰς ξ εἰς οἶκον
ὁμοῦ πίνοντες, εὐθέως ἔγραψα καὶ
ἔπεμψά σοι ἀντιφώνησιν διὰ τῶν καμηλιτῶν τῶν μετὰ τῶν κιβαρίων
ἀναβεβηκότων. ἐποιήσαμεν τοὺς
ἄρτους σου καὶ ἀνεκάλυψας κεράμιον καὶ ἐπίνομεν ἐπʼ ἄριστον ἐγὼ καὶ
σὺ αὐτός. εἰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἦν,
γράψον μοι. εἰ δὲ εἰς λόγον δελφακίων
πάλιν γράψον καὶ ἀνάμνησόν μοι. ἐγὼ
ἕτοιμός εἰμι τοῦ μαρτυρῆσαι, μόνον
ποίωι χρόνῳ καὶ εἰς τίνα τρόπον ἔλαθε. γράψον ἵνα οἱ λόγοι συμφωνήσωσιν, μὴ σὺ εἴπῃς ὅτι ἐν ἐκείνῳ τῶι
χρόνῳ ἔλαβες , καὶ ἐγὼ ἄλλῳ. πότερον εἰ ἔλαβε πρὶν ἀνενέγκῃς Ἡραεὶν ὥδε ἢ οὔσης αὐτῆς ἢ μετὰ τὸ
καταβῆναι αὐτήν ο…εις ταχὺ καὶ
μὴ πολλοὺς λόγους ἀλλὰ πρὸς
ἃ λελάληκες αὐτῷ. ἀσπάζου
Ἡραεὶν καὶ Ἀβάσκαντον. δὸς
αὐτῶι δέσμην κράμβης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.