no image
DDbDP-text
[side convex]
Πάνουρις Μαξίμῳ
τῷ κυρίῳ καὶ ἀδελφῷ πλεῖστα χαίρειν. εἰ μὴ δι' ἐμοῦ εἰς τὸ πραισίδιον οὐδεὶς ἐμίσθου τὸ κοράσιν. ἐγὼ δὲ
διεκόνησα τῷ κυρίῳ αὐτῆς ἵνα λάβῃ
ἓξ στατῆρες. καὶ παρακέχρηταί μοι
ὡς μὴ ἀνθρώπῳ. ἀποφέρω αὐτὴν
ὅλην ὥραν πρὸς τὸν κουράτορα καὶ
ἐσθίει καὶ πίνει, ἵνα εἴπῃ Ἀρίστων αὐτῇ
ὅτι ὕπαγε, μετὰ Πανούριος κάθευδε. ἐγὼ τὰ ἐμὰ βίᾳ ποιῶ αὐτῇ.
φιλεῖ τὸν Δάκα καὶ λέγει Ἀρίστονι ὅτι δὸς τῷ Δακὶ καὶ δέξαι χαλκόν. ἕνεκε τούτου
παρακέχρηται μοι.
[side concave]
Μαξίμῳ η… παρέλθη
οι… ἔρχομεν…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.