no image
DDbDP-text
Private letter via APIS-papyrus
Linked by Trismegistos ID
TM 43852.
Each record below describes this same artifact or text from a different angle.
Διόδωρος Τριβόλωι χαίρειν.
ἐπειδὴ μεταπορευόμεθα εἰς
Κόπτον μετὰ τῶν καμήλων, καλῶς ποιήσεις,
ὡς ἂν παραγένωνται αἱ Πτολεμαίου
ἅμαξαι, δοὺς Ἡρακλείδει τῶι
παρʼ Ἑρμοδότου τοῦ ἐν Βερενίκηι φυλακίτου τὰς πρὸς
Ἑρμόδοτον ἐπιστολάς, ἐν αἷς πρὸς
Δωσίθεον τὸν ἀρχιφυλακίτην κυλιστόν,
καὶ Ἀπολλωνίωι τῶι φυλακίτηι τῶν ἁμαξῶν τὴν πρὸς Ἀριστόβουλον
τὸν παρὰ Χαριμόρτου ἐπιστολήν,
περὶ ὧν ἀνελάβομεν εἰς Βερενίκην·
καὶ τὰς ἄλλας ἐπιστολὰς
ὥστε Ἀσκληπιάδει καὶ
Πριάμωι· καὶ μὴ ἄλλως ποιήσηις
ὡς δʼ ἂν λάβηις·
γράψον μοι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.