bgu.2.454
Ἀμμωνίωι Πατέρνωι ἑκατοντάρχῃ παρὰ Ἀκιάρεως Ἐσούρεως καὶ Ὀννώφρεως Πανεφρέμμεως, καταγινομένων ἐν ἐποικίῳ Μαρέμπεως περὶ Ἡρακλειάν τῆς Θεμίστου μερίδος. νυκτὶ τῇ φερούσῃ εἰς τὴν κα τοῦ ὄντος μηνὸς Παῦνι ἐπῆλθάν τινες, οὓς ἀγνοοῦμεν, οἷς γεωργοῦμεν ἰδιωτικοῖς ἐδάφεσιν περὶ κώμην Β…