no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9185.
Each record below describes this same artifact or text from a different angle.
Ἀμμωνίωι Πατέρνωι ἑκατοντάρχῃ
παρὰ Ἀκιάρεως Ἐσούρεως
καὶ Ὀννώφρεως Πανεφρέμμεως, καταγινομένων ἐν
ἐποικίῳ Μαρέμπεως περὶ Ἡρακλειάν τῆς Θεμίστου μερίδος.
νυκτὶ τῇ φερούσῃ εἰς τὴν κα
τοῦ ὄντος μηνὸς Παῦνι ἐπῆλθάν τινες, οὓς ἀγνοοῦμεν, οἷς
γεωργοῦμεν ἰδιωτικοῖς ἐδάφεσιν περὶ κώμην Βουβάστον
καὶ ἐβάσταξαν ἡμῶν θήκας
λαχανοσπέρμου εἰς ἕτερον
ψυγμὸν οὐκ ἔλαττον θηκῶν
δέκα δύο . διὸ ἐπιδίδομεν καὶ
ἀξιοῦμεν τὴν δέουσαν ἐξέτασιν
γενέσθαι διʼ ὧν δέον ἐστὶν
καὶ συνχωρηθῆναι ἡμᾶς
βαστάξαι τὰ κλεφθέντα ἡμῶν
καὶ ὦμεν ὑπό σου βεβοηθημένοι. διευτύχει.
Ἀκιᾶρις ὡς ἐτῶν λ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν.
Ὀννῶφρις ὡς ἐτῶν κε οὐλὴ δακτύλῳ μέσῳ
χειρὸς ἀριστερᾶς.
ἔτους α Αὐτοκράτορος Καίσαρος
Γαΐου Πεσκεννίου Νείγερος
Ἰούστου Σεβαστοῦ Παῦνι κγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.