no image
DDbDP-text
Contrat de prêt via HGV-meta
Loan of 124 silver drachmas at interest from Dioskoros to Dionysios and Demetrous. A loan contract in which Dioskoros lends 124 silver drachmas at 1 percent monthly interest to Dionysios son of Phaesis and Demetrous daughter of Anchorimphis, who act as mutual sureties, repayable in Tybi of the following year. It was drawn up at Dionysias in the Arsinoite nome in July AD 113. machine translation
Linked by Trismegistos ID
TM 10072.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ
Γερμανικοῦ Δακικοῦ μηνὸς Γορπιαίου κζ Ἐπεὶφ κζ ἐν Διονυσιάδι τῇ πρὸς τοῖς
Χαλκωρυχείοις τῆς Θεμίστου μερίδος τοῦ Ἀρισνοείτου νομοῦ. ἐδάνεισεν Διόσκορος
τοῦ δεῖνα ὡς ἐτῶν[…]κοντα δύο οὐλὴ ἀντικνημίῳ ἀριστερῶι Διονυσίῳ Φαήσιος
[…]…[…]…[…] καταγεινομένῳ ἐν κώμῃ Φιλωτερίδι[…]Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα οὐλὴ γόνατι ἀριστερῷ
καὶ[…]Δημητροῦτι Ἀγχορίμφιος Περσίνῃ ὡς ἐτῶν τεσσαράκοντα
[…]τοῖς δυσὶ ἀλλήλων ἐνγύοις μετὰ κυρίου τῆς Δημητροῦτος
[…]…ειδωνος ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ χειρὶ δεξιᾷ
εἰς ἔκτισιν ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς ἕκατον εἴκοσι
τέσσαρας ἃς καὶ εἴληφαν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τόκου
ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, τὸ δὲ δάνειον τοῦτο τὰς τοῦ ἀργυρίου
ἐπισήμου κεφαλαίου δραχμὰς ἕκατον εἴκοσι τέσσαρας καὶ τοὺς τόκους ἀποδότωσαν οἱ δεδανεισμένοι τῷ Διοσκόρῳ ἐν μηνὶ Τῦβι τοῦ εἰσίοντος ἕπτα καὶ
δεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Δακικοῦ μηδὲν ἐλαττουμένου τοῦ Διοσκόρου ὑπὲρ ὧν ἄλλων ὀφείλει αὐτῷ
Διονύσιος. τῆς πράξεως οὔσης τῷ Διοσκόρῳ ἐκ τε τῶν δεδανεισμένων
καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἵρηται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων
καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῶν δεδανεισμένων Ωρι…σ…λο.
[…]Διονύσιος Φαήσιος Πέρσης τῆς ἐπιγονῆς
[…]Δημητροῦς Ἀγχορίμφιος Περσίνη μετὰ κυρίου[…]…αιμ…[…]…της
[…] αὐτὸν […]…
[…]…ταδ […]…[…]…
[…]δραχμὰς ἕκατον εἴκοσι τέσσαρας τόκου
ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσομεν ……ους
[…]…δ[…]δι…σλω.
[…]…ς[…]…λου μὴ εἰδώτων τὰ γράμματα. Διόσκορος τοῦ δεῖνα δεδάνεικα τὰς τοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς εἴκοσι τέσσαρες καθὼς πρόκειται
[…]ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος
Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.