no image
DDbDP-text
Verzinsliches Darlehen von vier Personen über 524 Drachmen via HGV-meta
Bank record of an interest-bearing loan of 524 drachmas to four borrowers. A bank record of a loan in which Doras alias Ninnos lends 524 silver drachmas at 1 percent monthly interest to four men, mostly from Soknopaiou Nesos, who stand as mutual sureties. The borrowers acknowledge the debt in their own subscriptions, dated September 141 AD. machine translation
Linked by Trismegistos ID
TM 11830.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου
Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς,
Θὼθ ιγ, ἀπὸ τῆς Διοσκόρου τοῦ Διοσκόρου τραπέζης Βιθυνῶν.
Δωρᾶς ὁ καὶ Νίννος Δωρᾶ Παμμένῃ Μύσθου
τοῦ Παμμένους ἀπὸ …αλ…λως κώμης ὡς ἐτῶν νγ, ἀσήμῳ, καὶ Ἀπύνχι
Πανεφρέμμεως τοῦ Ἀπύνχεως ὡς ἐτῶν λζ, οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς,
καὶ Σαταβοῦτι Στοτοήτιος τοῦ Πανομμιέως ὡς ἐτῶν λθ, οὐλὴ
βραχίονι ἀριστερῷ, καὶ Πεκυσι Πανεφρέμμεως τοῦ Ὥρου
ὡς ἐτῶν κζ, ἀσήμῳ, τοῖς γ ἀπὸ κώμης Σοκνοπαίου Νήσου, τοῖς δ
Πέρσαις τῆς ἐπιγονῆς ἀλλήλων ἐγγύοις εἰς ἔκτισιν
ἔχειν αὐτοὺς παρὰ τοῦ Δωρᾶ χρέος κεφαλαίου ἀργυρίου
δραχμὰς πεντακοσίας εἴκοσι τέσσαρας, γίνονται δραχμαὶ φκδ,
τόκου δραχμιαίαν τῇ μνᾷ τὸν μῆνα καὶ ἀποδώσουσι
τὸ κεφάλαιον καὶ τοὺς τόκους τῇ τριακάδι τοῦ
ἐνεστῶτος μηνὸς Σεβαστοῦ ἀνυπερθέτως.
καὶ Σαταβοῦς Στοτοήτιος καὶ Πακῦσις Πανεφρέμμεως
οἱ δ ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν ἔχομεν
καὶ ἀποδώσομεν τὰς τῆς χρήσεως κεφαλαίου ἀργυρίου
δραχμὰς πεντακοσίας εἴκοσι τέσσαρες, γίνονται δραχμαὶ φκδ,
καὶ τοὺς δραχμαίους τόκους τῆι τριακάδι
τοῦ ἐνεστῶτος μηνὸς Θώθ. Παμμένης ἔγραψα
ὑπὲρ Ἀπύγχεως καὶ Πακύσιος τὰ πλεῖστα, ὑπὲρ δὲ
τοῦ Σαταβοῦτος ἀγραμμάτου καθὼς πρόκιται.
Ἀπυγχις Πανεφρέμμιος ἔχω καὶ συναποδώσω τὰς
τῆς χρήσεως ἀργυρίου δραχμὰς πεντακοσίας
εἴκοσι τέσσαρες καὶ τοὺς δραχμαίους τόκουςκαθὼς πρόκειτα. Πακῦσις Πανεφρέμμεως ἔχω καὶσυναποδώσω ἐξ ἀλληλεγγύης τὰς τῆς χρήσεως δραχμὰς
πεντακοσίας εἴκοσι τέσσαρας καὶ τοὺς δραχμαίους τόκους καθὼς πρόκειτα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.