no image
DDbDP-text
Letter from Phoibammon to the monk Emouthios about their father's illness. A Christian letter from Phoibammon to the monk Emouthios. Having heard from his wife that their spiritual father is unwell, Phoibammon sends a letter-carrier asking for news of his health, asks Emouthios to kiss the father's feet for him, and apologizes for not having sent Isidoros sooner. machine translation
Linked by Trismegistos ID
TM 33182.
Each record below describes this same artifact or text from a different angle.
[v]
ἔγνων παρὰ τῆς δούλης ὑμῶν, τῆς γυναικός μου, ὡς ὁ θεοφιλέστατος κοινὸς
δεσπότης, ὁ πατὴρ ἡμῶν, ὀλίγον ἀηδίζεται καὶ ἐφρόντισα οὐ μετρίως ὥστʼ ἐμὲ
ἀναγκασθῆναι πέμψαι τὸν γραμματηφόρον πρὸς τὴν ὑμετέραν ἀδελφικὴν εὐλάβειαν,
ἱνα διʼ αὐτοῦ σημᾶναί μοι περὶ τῆς ὑγιείας αὐτοῦ, ἧς οὐδέν μοι τιμιότερον, παρακαλῶ οὖν
αὐτὴν πρὸ πάντων κατεφιλῆσαι τοὺς τιμίους αὐτοῦ πόδας ἐξ ἐμοῦ, ἔπειτα, ὡς προεῖπον,
διὰ τοῦ γραμματηφόρου σημᾶναί μοι τὴν ὑγιείαν αὐτοῦ. παρακαλῶ δὲ ὑμᾶς συγνώμην
μοι δοῦναι ἐφʼ οἷς μέχρι νῦν οὐκ Ἰσίδωρον πέμψαι ὑμῖν προσενόησα[…]
οἶδεν γὰρ ὁ Θε[…]γραμματηφόρος κολύμβῳ καὶ πηλοτάτῳ Νεις[…]
παραγγεῖλον οὖν ἐξενεγκεῖν πακτονᾶριν ἵνα πέμψω ὑμῖν […]ἐγὼ Φοιβάμμων
ὁ ἐλάχιστος δοῦλος προσκυνῶ καὶ ἀσπάζομαι τὴν ὑμετέραν ἀδελφικὴν
θεοφιλότητα καὶ παρακαλῶ αὐτὴν προ[…]…[…]
[…]ὁσιοτάτου ἡμῶν πατρὸς προσκυνῶ
[…]ην τὸν πάτερα μου · ἐπειδὴ δὲ ἡ κοινῶς[…]
[…]καὶ οὐκ ὀλίγον καὶ σφόδρα ἐταράχθη[…]
[…]ἀναγνώσεως τῶν ἐλαχίστων μοῦ γραμμάτων[…]
[…]ἀναπαύσωμαι φροντίδος, ἐπειδὴ ὡς αμω[…]
[…] ἔρρωσθε ἐν κυρίῳ †
[r]
δεσπότῃ τῷ ἐμῷ τὰ πάντα θεοφιλεστάτῳ ἀδελφῷ Ἐμουθίῳ μονάζοντι
ΦοιβάμμωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.