no image
DDbDP-text
Loan of Wheat via HGV-meta
Loan of wheat from Marres to Menelaos at Soknopaiou Nesos. A loan contract in which Marres son of Pakysis lends 10 artabas of wheat to Menelaos, a Macedonian of the epigone, to be repaid in new clean wheat after the harvest, with a penalty of 500 drachmas for default. It was drawn up at Soknopaiou Nesos in the Fayum in 173 BC, witnessed by six garrison soldiers. machine translation
Linked by Trismegistos ID
TM 2650.
Each record below describes this same artifact or text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ὀγδόου
ἐφʼ ἱερέως Ἡρακλεοδώρου Ἀπολλοφάνου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν
καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Σαραπιάδος Ἀπολλωνίου,
κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς Δημητρίου, ἱερείας Ἀρσινόης Φιλοπάτορος
Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Λωίου τρεισκαιδεκάτηι Μεχεὶρ τρεισκαιδεκάτηι, ἐν τῆι
Σοκνοπαίου Νήσωι τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισε Μαρρῆς Πακύσιος Ἀρσινοίτης Μενελάωι
Παριγέτου Μακεδόνι τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας δέκα . ἀποδότω δὲ Μενέλαος Μαρρῆτι
τὸ δάνειον τῶν δέκα ἀρταβῶν τῶν πυρῶν ἐν μηνὶ Αὐδυναίωι Αἰγυπτίων δὲ Ἐπεὶφ
ἢ ὅταν ἡ ἄφεσις τῶν πυρίνων καρπῶν γένηται πυρὸν νέον ἄδολον καθαρὸν ἀπὸ παντός, μέτρωι
δικαίωι τῶι πρὸς τὸ βασιλικὸν χαλκοῦν μετρήσει καὶ σκυτάληι δικαίαι καὶ καταστησάτω εἰς τὴν Σοκνοπαίου πρὸς Μαρρῆν τοῖς ἰδίοις ἀνηλώμασι. ἂν τῶν ἀρταβῶν
τοῦ πυροῦ μὴ ἀποδῶι ἀποτεισάτω τιμὴν δραχμὰς πεντεκοσίας , καὶ ἡ πρᾶξις ἔστω
Μαρρῆτι τῶι κατὰ τὴν γραφὴν παρά τε ἑαυτοῦ Μενελάου καὶ ἐκ τῶν ὑπαρχόντων
αὐτῶι πάντων πράσσοντι κατὰ τὸ διάγραμμα καὶ τοὺς νόμους. κύριος δʼ ἔστω
καὶ α[…]τ…ς πράσσοντα του εκ…………………… η κρισι……
Πάσιππος Ξένων Θεόδωρος Πτολεμαῖος Μακεδόνες, Φίλων Θρᾶιξ, Σωσικράτης Κρής,
οἱ ἓξ τῶν ἐν τῆι Σοκνοπαίου Νήσωι φρουρούντων καὶ μισθοφόρων.
συγγραφοφύλαξ Φίλων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.