Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.babatha.17

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπὶ ὑπάτων ΠουβλίουΠουπλείου Μετειλίου ΝέπωτοςΝέπωνος τὸ β καὶ Μάρκου Ἀννίου Λίβωνος πρὸ δέκα καλανδῶν Μαρ τίων, ἀριθμῷ δὲ τῆς νέας ἐπαρχείας Ἀραβίας δευτέρου εἰκοστοῦ ΔύστρουΔυστερου ἕκτῃ ἐν Μαω ζᾳ περὶ Ζοαραν, ἐπὶ τῆς θελήσεως καὶ συνευδοκήσεως ὡμολογήσατο Ἰούδας Ἐλεαζάρου τοῦ καὶ Χθουσίωνος ἘνγαδηνὸςΑἰνγαδηνὸς πρὸς Βαβαθαν Σίμωνος ἰδίαν γυναῖκαγυναῖκαν αὐτοῦ, συνπαρόν τος αὐτῇ ἐπιτρόπου τοῦδε τοῦ πράγματος χάριν Ἰακώβου Ἰησοῦ, πάντες ἐνθάδε καταμένοντες, ὥστε τὸν Ἰούδαν ἀπεσχηκέναι παρʼ αὐτῆς εἰς λόγον παραθήκης ἀργυρίου καλοῦ δοκί μου νομίσματος δηνάριαδηναριων τριακόσιατριακοσιων ἐπὶ τῷτο αὐτὸν ἔχειν αὐτὰ καὶ ὀφείλειν ἐν παραθή κῃ μέχρι οὗ ἂν χρόνου δόξῃ τῇ Βαβαθᾳ ἢ ᾧ ἂν διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσοντι ἀπαιτεῖν τὸν αὐτὸν Ἰούδαν τὰ τῆς παραθήκης προγεγραμμένα δηνάρια. καὶ τάδε ἐὰν ἀπαιτούμενος ὁ Ἰού δας μὴ ἑτοίμως ἀποδοῖ, κατὰ τὸν νόμον τῆς παραθήκης ἔνοχος ἔσται ἀπο δοῦναι αὐτῇ τὴν παραθήκην διπλῆν μετὰ βλάβους, ὑπεύθυνος δὲ καὶ τῷ τῆς παρανομίας τῶν τοιούτων ἐνκλήματι, γεινομένης δὲ τῆς πράξεως τῇ αὐτῇ Βαβαθᾳ ἢ τῷ ὑπὲρ αὐτῆς προφέροντι τὴν συνγραφὴν ταύτην ἀπό τε Ἰούδου καὶ τῶν ὑπαρχόντων αὐτοῦ πάντῃ πάντων, ὧν τε ἔχει καὶ ὧν ἂν ἐπικτή σηται κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ὁ πράσσων τὴν εἴσπραξιν ποιεῖσθαι. πίστει ἐπηρωτήθη καὶ ἀνθωμολογήθη ταῦτα οὕτως καλῶς γείνεσθαι. ἐπὶ ὑπάτων Πουβλίου Μετειλίου Νέπωτος τὸ β καὶ Μάρκου Ἀννίου Λίβωνος πρὸ δέκα καλανδῶν Μαρτίων, ἀριθμῷ δὲ τῆς νέας ἐπαρ χείας Ἀραβίας ἔτους δευτέρου εἰκοστοῦ μηνὸς ΔύστρουΔυστερου ἕκτῃ ἐν Μαωζᾳ περὶ Ζοαραν, ἐπὶ τῆς θελήσεως καὶ συνευδοκήσεως αὐ τοῦ ὡμολογήσατο Ἰούδας Ἐλεαζάρου τοῦ καὶ Χθουσίωνος Ἐνγα δηνὸςΑἰνγαδηνὸς πρὸς Βαβαθαν Σίμωνος ἰδίαν γυναῖκα αὐτοῦ, συνπαρόν τος αὐτῆς ἐπιτρόπου τοῦδε τοῦ πράγματος χάριν Ἰακώβου Ἰησοῦ, πάντες ἐνθάδε καταμένοντες, ὥστε τὸν Ἰούδαν ἀπεσ χηκέναι παρʼ αὐτῆς εἰς λόγον παραθήκης ἀργυρίου καλοῦ δοκίμου νομίσματος δηνάριαδηναριων τριακόσιατριακοσιων ἐπὶ τῷτο αὐτὸν ἔχειν αὐτὰ καὶ ὀφείλειν ἐν παραθήκῃ μέχρι οὗ ἂν χρόνου δόξῃ τῇ Βαβαθᾳ ἢ ᾧ ἂν διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσοντι ἀπαιτεῖν τὸν αὐτὸν Ἰου δαν τὰ τῆς παραθήκης προγεγραμμένα δηνάρια. καὶ τάδε ἐὰν ἀπαιτούμενος μὴ ἑτοίμως ἀποδοῖ ὁ Ἰούδας, κατὰ τὸν νό μον τῆς παραθήκης ἔνοχος ἔσται ἀποδοῦναι αὐτῇ τὴν πα ραθήκην διπλῆν μετὰ βλάβους, ὑπεύθυνος δὲ καὶ τῷ τῆς παρανομίας τῶν τοιούτων ἐνκλήματι, γεινο μένης δὲ τῆς πράξεως τῇ αὐτῇ Βαβαθᾳ ἢ τῷ ὑπὲρ αὐτῆς προφέ ροντι τὴν συνγραφὴν ταύτην ἀπό τε Ἰούδου καὶ τῶν ὑπαρ χόντων αὐτοῦ πάντῃ πάντων, ὧν τε ἔχει καὶ ὧν ἂν ἐπικτή σηται κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ὁ πράσσων τὴν εἴσπρα ξιν ποιεῖσθαι. πίστει ἐπηρωτήθη καὶ ἀνθωμολογήθη ταῦ τα οὕτως καλῶς γείνεσθαι. Aramaic Θεενας Σίμωνος λιβράριοςλιβλάριος ἔγραψα. Aramaic

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.