Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.berl.moeller.1

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐν Εὐργέτιδι τῇ κατὰ Λύκων τὴν λαμπρὰν πόλιν. ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων Περσικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν καὶ ὀγδόου Φλαουίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων τὸ τρίτον Γορπιαίου ἐπὶ ἀρχιερέως τοῦ μὲν Καισαρείου Μάρκου Αὐρηλίου Βησαρίωνος Διδύμου τῶν ἐκ βουλῆς ἀρχόντων Λυκαιέως, τοῦ δὲ Σεβαστείου Μάρκου Αὐρηλίου Βησαρίωνος τοῦ καὶ Παντωνύ μου τῶν ἐκ βουλῆς ἀρχόντων καὶ ὡς χρηματίζουσι. ὁμολογία, ἣν ἔθεντο Αὐρηλία Διδύμη ἡ καὶ σα Ἱέρακος χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη μετὰ συνεστῶτος τοῦ ἑαυτῆς ἀνδρὸς Διδυμάρχου τοῦ καὶ Διοσκορίδου τῶν ἐν Λύκων τῇ λαμπρᾷ πόλει καὶ Αὐρηλία Ἡράκλεια ὁμοίως χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ μετὰ συνεστῶτος καθʼ ἣν ὁμολογοῦσι· ἐπεὶ ἐνέτυχεν ἡ Αὐρηλία Διδύμη διʼ ἀναφορᾶς τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου αἰτιωμένη τὴν Αὐρηλίαν Ἡράκλειαν ὡς περὶ παραθήκης δραχμῶν τρισχιλίωντρισχειλίων παλαιοῦ νομίσματος ἀδικοίη αὐτήν, ἀνεπέμφθη ἐπὶ τὸν πρόεδρον διʼ ὑπογραφῆς τοῦ ἐπάρχου· ἐνέτυχε τῷ προέδρῳ καὶ ὁ πρόεδρος ἐπὶ γνώμην γενόμενος τὸ προσῆκον ὁρίσει τῆς δὲ δίκης μελλούσης λέγεσθαι ἐπὶ τοῦ δοθέντος δικαστοῦ ἐδοκίμασαν μᾶλλον ἀπραγμόνως διαλύσασθαι καὶ εὐδοκούντων κειων καὶ τοῦ ἀνδρὸς τῆς Διδύμης Διδυμάρχου τὴν πρὸς ἀλλήλας ἀμφισβήτησιν διελύσαντο ἄνευ δικαστηρίου καὶ συνεπείσθησαν πρὸς ἀλλήλας κατὰ τὰ Ῥωμαίων ἔθη ἡ Αὐρηλία Διδύμη μετὰ συνεστῶτος τοῦ ἀνδρὸς Διοσκορίδου μὴ ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν μηδʼ ἄλλον τινὰ ὑπὲρ αὐτῆς τῇ Αὐρηλίᾳ Ἡρακλείᾳ μήτε περὶ παραθήκης μήτε περὶ βιβλιδίων η μήτε περὶ μηδενὸς ἁπαξαπλῶς ἐγγράφου ἢ ἀγράφου πράγματοςπραγματον τρόπῳ μηδενὶ κατὰ μηδεμίαν παρεύρεσιν, ἡ δὲ Ἡράκλεια ὁμοίως μηδὲ ἐγκαλεῖν τῇ Αὐρηλίᾳ Διδύμῃ περὶ μηδενὸς ἁπαξαπλῶς πράγματος ἐγγράπτου ἢ ἀγράφου, ὥστε τὴν ἑαυτῶν ἀμφισβήτησιν λελύσθαι καὶ ἀνῃρῆσθαι τῇδε τῇ ὁμολογίᾳ τῆς περιλύσεως καὶ τῇ τῶν ὅρκων πίστει, ταύτην δὲ τὴν ὁμολογίαν τῆς περιλύσεως μενεῖν κυρίαν ἐπὶ τὸν πάντα χρόνον, καὶ οὐκ ἐξέσται οὐδενὶ ἀντιλέγειν οὐδὲ παραβαίνειν τι τῶν διʼ αὐτῆς ἐγγεγραμμένων πάντων ἢ τὸν ἀντιλέγοντα ἐκτίσειν ὑπὲρ ἐπιτίμου τῷ ἱερωτάτῳ ταμείῳ ἀργυρίου δραχμὰς καὶ ἱερὰ τὰ ἴσα πρὸς τῷ μένειν κυρία τὰ διωμολογημένα, ἐφʼ οἷς πᾶσι ἐπερωτηθεῖσαι αἱ Αὐρηλίαι Διδύμη μετὰ συνεστῶτος τοῦ ἀνδρὸς Διοσκορίδου καὶ Ἡράκλεια μετὰ συνεστῶτος εὐδοκεῖν ὡμολόγησαν. προφερόμεναι δὲ αἱ αὐταὶ γράμματα μὴ εἰδέναι παρέστησαν ἑαυταῖς ἀναγνώστην Αὐρήλιον τοῦ πρὸς τῷ γραφείῳ Εὐεργέτιδος τω τὰ αὐτῆς καὶ μάρτυραςμαρτυρα τρεῖς Αὐρηλίους αἱ Αὐρηλίαι συνωμολόγησαν

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.