no image
DDbDP-text
Διονυσοδώρωι στρατηγῶι
Ἀρσινοείτου
παρʼ Ἀρσινόης τῆς Ὄρφεως.
Ἀπολλώνιος Σωστράτου
καὶ οἱ τούτου υἱοὶ δύο, γεωργοὶ τοῦ ἡμετέρου περὶ Φιλαδέλφειαν κλήρου, ἀπὸ μέρους
μετρήσαντές μοι ἀπὸ τῶν
ἐκφορίων τοῦ διεληλυθότος
η ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ
σαπροπυρῶν καὶ κατελείφθησαν ἐν αὐτοῖς πυροῦ ἀρτάβαι λϛ𐅵
καὶ ταύτας ἀπαιτούμενοι
οὐ βούλονται ἀποδοῦναι
ἀλλὰ τὸν χρόνον διαμωλύουσι. ἐπεὶ οὖν καὶ τὸν τῆς
χλωροφόρου χόρτον πεπράκασι Πτόλλει Σαμβαθίωνος
προβατοκτηνοτρόφωι, ἐξ οὗ
καὶ δυνήσομαι πόρον
εὑρεῖν, διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι τοὺς ἐνκαλουμένους καταλαμβάνειν αὐτοὺς πρὸς τὴν ἐσομένην
ἐπέξοδον.
εὐτύχει
ἔτους θ Τιβερίου Καίσαρος Σεβαστοῦ
μηνὸς Σεβαστοῦ ιαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.