no image
DDbDP-text
Edict of Aristius Optatus via HGV-meta
Linked by Trismegistos ID
TM 17375.
Each record below describes this same artifact or text from a different angle.
Ἀρίστιος Ὀπτᾶτος ὁ διασημότατος ἔπαρχος Αἰγύπτου λέγει·
γνόντες οἱ προνοητικώτατοι Αὐτοκράτορες ἡμῶν Διοκλητιανὸς καὶ Μαξιμιανὸς οἱ Σεβαστοὶ καὶ
Κωνστάντιος καὶ Μαξιμιανὸς οἱ ἐπιφανέστατοι Καίσαρες ……νε… ὡς ἔτυχεν τὰς ἐπιβολὰς τῶν δημοσίων εἰσφορῶν γίγνεσθαι ὥς τινας μὲν κουφίζεσθαι ἄλλους δὲ βαρεῖσθαι, τὴν κακίστην ταύτην καὶ ὀλέθριον συνήθειαν ἐκκόψαι ὑπὲρ τοῦ συμφέροντος τῶν ἑαυτῶν
ἐπαρχιωτῶν τύπον τε σωτήριον δοῦναι καθʼ ὃν δέοι τὰς εἰσφορὰς γίγνεσθαι κατηξίωσαν.
πόσα οὖν ἑκάστῃ ἀρούρᾳ πρὸς τὴν ποιότητα τῆς γῆς ἐπεβλήθη καὶ πόσα ἑκάστῃ κεφαλῇ
τῶν ἀγροίκων καὶ ἀπὸ ποίας ἡλικίας μέχρι ποίας, ἀπὸ τοῦ προτεθέντος θείου διατάγματος
καὶ τοῦ αὐτῷ συνηνωμένου βρεουίου οἷς τὰ ἀντίγραφα τούτου μου τοῦ διατάγματος
δημοσίᾳ προύταξα, ἔνεστιν πᾶσι …υνο[…]ν. εὐεργετηθέντες οὖν καὶ ἐν τούτῳ τὰ μέγιστα
οἱ ἐπαρχιῶται φροντισάτωσαν ἀκολούθως τοῖς θειωδῶς διατυπωθεῖσιν τὰς εἰσφορὰς μετὰ πάσης ταχύτητος ποιήσασθαι καὶ μηδαμῶς ἀνάγκην τοῦ ἐπείξαντος ἐκδέχεσθαι. προσῆκεν γὰρ τὰ εἰς καθοσίωσιν σύνπαντα προθυμότατα ἕκαστον πληροῦν· εἰ γάρ
τις ἄλλο πράξας ὀφθείη μετὰ τὴν τοιαύτην δωρεὰν κινδυνεύσει. προσετάχθησαν
δὲ οἱ ἄρχοντες καὶ οἱ προπολιτευόμενοι ἑκάστης πόλεως καὶ τοῦ θείου διατάγματος
μετὰ τοῦ βρεουίου τὸ ἀντίγραφον ἔτι τε καὶ τούτου εἰς ἑκάστην κώμην εἴτʼ οὖν τόπον
ἀποστεῖλαι ὑπὲρ τοῦ εἰς γνῶσιν ἁπάντων ᾗ τάχος ἐλθεῖν τὴν μεγαλοδωρίαν τῶν
Αὐτοκρατόρων ἡμῶν καὶ τῶν Καισάρων. ἀναμιμνῄσκονται δὲ καὶ οἱ πρακτῆρες
ἑκάστου εἴδους πάσῃ δυνάμει παραφυλάττειν· εἰ γάρ τις παραβὰς ὀφθείη κεφαλῇ
κινδυνεύσει. ἔτους ιγ καὶ ιβ καὶ ε τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ
Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων, Φαμενὼθ κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.