no image
DDbDP-text
Transfert de taxation via HGV-meta
Linked by Trismegistos ID
TM 19049.
Each record below describes this same artifact or text from a different angle.
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου
Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίουΑὐγούστου
Αὐτοκράτορος ἔτουςεἰκοστοῦπρώτου,
μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλίου τοῦ
πανευφήμου ἔτους ἕκτου, Φαῶφι[…]
ἑνδεκάτης ἰνδικτίονος.
τῷ δημοσίῳ λόγῳ κώμηςἈφροδίτης
τοῦ Ἀνταιοπολίτου νομοῦ, διὰ Ἀβρααμίου
Ἰωσηφίου βοηθοῦ τῆς αὐτῆς κώμης,
Φλαύιος Διόσκορος Ἀπολλῶτος συντελεστὴς
ἀπὸ τῆς αὐτῆς χαίρειν. σωματίσατε καὶ
μετενέγκατε εἰς ἐμὸν ὄνομα, ἀπὸ
ὀνόματος Ἱερημίου Ἰακυβίου πρεσβυτέρου,
τοῦ καὶ πατρὸς Ψάτου ἀναγνώστου, τὴν
συντέλειαν τοῦ ἡμίσους μέρους αυτ…του κτήματος
τόπου Πισραηλίου, κατὰ κοινωνίαν μοναστηρίου καλουμένου Κλεοπάτρας
τοῦ ἁγίου τόπου ἀββᾶ Μιχαηλίου ὑπὲρ τοῦ ἡμίσους
τοῦτʼ ἔστιν ὑπὲρ σπορίμης γῆς ἀρούρης
μίας ἡμίσους τετάρτου ἑκκαιδεκατου ἑξηκοστοῦ,
θρυΐτιδος ἀρούρης ἑκκαιδέκατον ἑξηκοστόν, δένδρων
ἀρούρης δυοτριακοστόν · γίνονται σπορίμης γῆς γ 𐅵 η λβ θρυϊτίδος ἀρούρης η λβ δένδρωνἀρούρης ιϛ
καὶ ὑπὲρ τούτων ἑτοίμως ἔχω εἰσενεγκεῖν τῷ δημοσίῳ λόγῳ ἀμέμπτως
καὶ ἀκαταγνώστως τοῦτο τὸ εἰσφόριον εὐσεβὲς
κατʼ ἔτος, διά τε σοῦ καὶ τοῦ κατὰ καιρὸν
δηλωθησομένου βοηθοῦ, καὶ τελέσω
ὑπὲρ σίτου τούτου καὶ χρυσικοῦ καὶ ναύλου
καὶ ἀναλώματος κατὰ τὰ διαστρώματα
τῆς εἰρημένης κώμης, πρὸς τὴνἀπογραφὴν
τοῦ τῆς λογίας μνήμης Ἰωάννου
σχολαστικοῦ καὶ κηνσίτορος, ἀπὸ κανόνος δωδεκάτης
ἰνδικτίονος καὶ ὑπὲρ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντός,
ἀκολούθως τῇ δυνάμει ἀρτίως μοι γεγενημένῃ
παραχωρήσεως τοῦ προειρημένου Ψάτου
ἀναγνώστου ἁγίας νοτινῆς ἐκκλησίας, τοῦ εἰρημένου
χερσώδους καὶ ἀμμώδους μέρους τῶν
ἀρουρῶν καὶ ἐν ἀφέσει ὄντος. καὶ εἰς σὴν ἀσφάλειανκαὶ τοῦ δημοσίου
λόγου πεποίημαι τοῦτο ἐκ δισσοῦ τὸ κύριον
ἐπίσταλμα ὡς πρόκειται, ὁμόγραφον[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.