no image
DDbDP-text
Declaration of Olive Trees via HGV-meta
Declaration of olive trees to the censitor Julius Septimius Sabinus. A sworn declaration to the census official Julius Septimius Sabinus, made by Aurelius Pankratios of Karanis on behalf of his mother Herois, listing 24 olive trees she owns on private land near the village. It was submitted under the census decree of Diocletian and his co-rulers on 1 December 298. machine translation
Linked by Trismegistos ID
TM 10352.
Each record below describes this same artifact or text from a different angle.
Ἰουλίῳ Σεπτιμίῳ Σαβείνῳ κηνσίτορι
παρὰ Αὐρηλίου Πανκρατίου Πτολεμαίου ἀπὸ
κώμης Καρανίδος τοῦ Ἀρσινοείτου ὑπὲρ τῆς
μητρός μου Ἡρωείδος Χαιρήμωνος τὴν ἀπογραφὴν ποιουμένου κατʼ ἐντολὴν αὐτῆς.
ἀκολούθως θείῳ προστάγματι τῶν δεσποτῶν
ἡμῶν τῶν ἀνικήτων βασιλέων Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων
φανερόν σοι ποιῶ κεκτῆσθαι τὴν προειρημένην Ἡρωίδα περὶ τὴν προκιμένην κώμην Καρανίδα τετάρτης πέμπτης τοπαρχίας
Ἡρακλείδου μερίδος ἐπὶ τῆς
ιϛ σφραγῖδος ἐν τόπῳ Κιαμοῦλ λεγομένῳ ἀπὸ ἰδιωτικῆς γῆς ἐλαίας εἰκοσιτέσσαρας, ἐλαίας κδ,
ὧν γείτονες ἀπὸ μὲν ἀνατολῶν ἀδέσποτος
χέρσος μεθʼ ἣν Ἀτολᾶς κτῆσις, ἀπὸ δὲ
δυσμῶν ὁμοίως ἀδέσποτος χέρσος μεθʼ ἣν
Ταυηλμᾶ κτῆσις.
καὶ ὄμνυμι τὸν Σεβάσμιον ὅρκον ἀληθῆ με
τὴν ἀπογραφὴν πεποιῆσθαι.
ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ
Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων,
ὑπατείας Φαύστου καὶ Γάλλου, Χοιὰκ ε.
Αὐρήλιος Πανκράτιος ὑπὲρ τῆς μητρός μου Ἡρωίδος ὤμοσα
τὸν Σεβάσμιον ὅρκον ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι καὶ ἐπέδωκα.
Αὐρήλιος Ἡλιόδωρος Ἰσιδώρου ἔγραψα υ῾πὲρ αὐτοῦ ἀγραμμάτου.
εἰσὶν ἐλαῖαι ἀπὸ ἰδιωτικῆς γῆς, ἐλαῖαι κδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.