no image
DDbDP-text
Exchange of Liturgies via HGV-meta
Agreement between Isidoros and Ptolemaios to exchange liturgies. An agreement between two villagers of Karanis, Isidoros and Ptolemaios (represented by his brother Papeeis), to swap compulsory public services (liturgies): each will perform the service assigned to the other. Dated 26 July 318, it is signed on behalf of both illiterate parties by scribes. machine translation
Linked by Trismegistos ID
TM 10413.
Each record below describes this same artifact or text from a different angle.
συνέθεντο πρὸς ἀλλήλους Αὐρήλιοι Ἰσίδωρος Πτολεμαίου καὶ Πτολεμαῖος Παντῆλ
διὰ τοῦ ἀδελφοῦ Παπέειτος ἀμφότεροι ἀπὸ
κώμης Καρανίδος ἐπὶ τῷ τὸν Πτολεμαῖον ἀναδέξασθαι καὶ ἀποπληρῶσαι ἀόκνως
τὴν …[…]θη ὁ Ἰσίδωρος
λειτουργίαν […]…ον τῆς κώμης, ὁμοίως δὲ τὸν Ἰσίδωρον ἀναδέξασθαι
καὶ ἀποπληρῶσαι ἀόκνως εἰς τὴν μέλλει ὁ Πτολεμαῖος αἱρεθῆναι ἢ προσαγγελῆναι
λειτουργίαν. ὁπότερον δὲ αὐτῶν οὐκ ἔξεστι ἀλλάξαι τὸν ἕτερον ἢ παραβῆναί τι
τῶν ἐγγεγραμμένων διὰ τὸ ἐπὶ τούτοις αὐτοῖς τὰ πρὸς ἀλλήλους συντεθεῖσθαι, καὶ ἐπερωτήσαντες ἀλλήλους ὡμολόγησαν.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Λικιννίου Σεβαστοῦ
τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος
τὸ α Μεσορὴ β. Αὐρήλιος Ἰσίδωρος συνεθέμην πάσαις
ὡς πρόκιται. Αὐρήλιος Πελῆνις ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Πτολεμαῖος διʼ ἐμοῦ τοῦ ἀδελφοῦ Παπέειτος
συνεθέμην πᾶσιν ὡς πρόκιται. Αὐρήλιος Ἰσίων
Παησίου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.