no image
DDbDP-text
Requête via HGV-meta
Linked by Trismegistos ID
TM 18986.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
διδάσκω τὸ πανευσεβὲς ὑμῶν κράτος ὡς μία τις κώμη, ἐπιλεγομένη Ἀφροδίτη,
διακειμένη μὲν ἐν τῷ Ἀνταιοπολίτῃ, τελοῦσα δὲ ἀεὶ ὑπὸ τὴν ἐπιχώριον σεμνὴν
πολιτικὴν τάξιν, αὐτόπρακτος οὖσα καὶ αὐτοτελὴς τῶν εὐσεβῶν καὶ δημοσίων
εἰσφόρων, μηδέποτε κληρωθεῖσα ὑπὸ παγαρχικὴν ἐξουσίαν ἀπὸ γονέων
αὐτῶν καὶ προγόνων, ἐχόντων τὸ προνόμιον αὐτῶν ἀπὸ θείου τύπου
τοῦ τῆς θείας λήξεως Λέοντος, ἔτι δὲ καὶ τοῦ ὑμετέρου φιλοχρίστου κράτους
τύπου τε καὶ μετʼ ἀλλοφυοῦς προστάξεως τῆς ὑφʼ ὑμῶν ……ις ἐξουσίας
θείῳ δ……ελπι………η…δ… τῆς ἀρτίως διαδραμούσης ἐπινεμήσεως
ἐπί τε Θεοδωρήτου τοῦ …… ἰσχύει. Θεοδώρητος δὲ ὁ ἐνδοξότατος παραλαβὼν τὰς …ε…ρ…σχ…… καὶ παρακλήσεις μιᾶς λίτρας χρυσοῦ πρὸς
διέλυσεν τοὺς πορισθέντας αὐτοῖς τύπους καὶ
[…]… δέδωκεν
…π…εξ[…]ενη…κα[…]δεσποινικὸν ……
τῆς εὐκλεοῦς καὶ θείας λήξεως μνήμης Θεοδώρας πρὸ φανεροῦχρόνου·
καὶ μηδέποτε ἐν ὑστερησμῷ τῶν ευ…η… δημοσίων γενάμενοι, ἀλλʼ
εὐγνωμόνως καὶ πληρωτικῶς τοὺς εὐσεβεῖς ὑμῶν φόρους εἰσάγουσιν
ἀεί ποτε οἱ ἐνοικοῦντες αὐτῇ · τὸ πλεῖστον δὲ μάλιστα τῶν ἀρουρῶν συντελουσῶν
τῇ εἰρημένῃ ἀθλίᾳ κώμῃ τοῖς ὑφʼ ὑμᾶς διαφέρουσιν εὐαγέσιν τοῦ θείου οἴκου
[…]…[…] και[…]ἔλαβεν ὁ εἰρημένος Ἰουλιανὸς τὴν εἰρημένην κώμην
ἣν οὐκ ἔσχεν […]θετου καὶ προσκυνουν ………………τεμην α……
μετʼ ἀλλοφυοῦς ψήφου ἀόκνως καὶ ἀφειδῶς ἀνατρέπει τοὺς ἐνοικοῦντας
ὥστε μακρᾶς τῆς ἑαυτῶν ζωῆς ὑποκεῖσθαι καὶ ἐπικαλεῖν ἐπὶ τὸν πρὸ καιροῦ τὸν
θάνατον. καὶ τὰ εἰρημένα ἡμῶν κτήματα ἐκ τούτου ἀπετράπησαν πρὸς λύμην
τοῦ δημοσίου λόγου· ὅθεν παρακαλοῦμεν τὸ φιλόχριστον ὑμῶν καὶ φιλάνθρωπον
κράτος ὑπὲρ πάντας τοὺς πρώην βεβασιλικότας, ει… πρὶν του… εἰ παρασταίη θεσπίσαι
βεβαιωτέρους μὲν εἶναι τοὺς φιλοτιμηθέντας αὐτοῖς τύπους κατὰ τὴν ἐν αὐτοῖς
περιεχομένην δύναμιν, ἅμα τε θεσπίσαι καὶ τὴν εἰρημένην κώμην τ…θῆναι ὡς τὰ πρῶτα,
ην…τετ…ωδε…ενη……ι πενιχρο[…]… …………κ…… τὴν αὐτὴν εἰς αφωρητ[…]
ἵνα εὕρωσιν τοῦ λοιποῦ οἱ ἐνοικοῦντες ἡσύχως βιῶναι, καὶ εὐκόλως εἰσφέρειν
τὰ εὐσεβῆ ὑμῶν τελέσματα, αι ἐνδελεχῶς δὲ καὶ ἀπαύστως ὑπερεύξασθαι
τῆς εὐζωίας καὶ διαμονῆς τοῦ ἀηττήτου ὑμῶν κράτους διὰ παντόςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.