no image
DDbDP-text
Rescrit impérial (?) via HGV-meta
Linked by Trismegistos ID
TM 18990.
Each record below describes this same artifact or text from a different angle.
† Διόσκορος προσῆλθεν ἡμῖν, τὴν μητέρα λέγων τὴν οἰκείαν,
ἀδιανεμήτων ὄντων μεταξὺ αὐτῆς τε καὶ Ἀπολλῶ τοῦ αὐτῆς
ἀδελφοῦ τῶν ἐκ τῶν γονέων αὐτοῖς καταλελειμμένων πραγμάτων,
καταλῦσαι τὸν βίον ἐπὶ παισὶν τῷ ἱκέτῃ καὶ τῇ αὐτοῦ ἀδελφῇ ἐπὶ νέας
ἔτι τυγχάνουσιν ἡλικίας, ὑπὸ τὴν τοῦ εἰρημένου θείου φροντίδα
καταλιποῦσαν τὸν ἱκέτην καὶ τὴν ἀδελφὴν τὴν αὐτοῦ· νῦν δὲ
τελευτήσαντος τοῦ προειρημένου Ἀπολλῶ, τοὺς Ἰουλιανῷ τῷ ἐνδοξοτάτῳ
α † τοῦτον δὲ πρὸ φανερῶν χρόνων τῆς αὐτοῦ
προσήκοντας ἐπελθεῖν καὶ ἀφελέσθαι πᾶσαν τὴν ὑπʼ ἐκείνου
τελευτῆς παραδιδόναι Διοσκόρῳ καὶ Ἀναστασίᾳ τοῖς ἡμετέροις ἱκέταις τὰ ἁρμόσαντα αὐτοῖς
ἐκ τῆς μητρῴας κληρονομίας τοῦδε πράγματά τε καὶ ἐπαυξήματα, ὑπὲρ ὧν μέχρι νῦν
συντελοῦσιν τοὺς δημοσίους φόρους.
καταλειφθεῖσαν περιουσίαν, φάσκοντας τὸν προειρημένον Ἀπολλῶ
ὑπεύθυνον αὐτοῖς τελευτῆσαι· καίτοι τῶν μητρῴων τῶν δεομένων
πραγμάτων ἐν αὐτῇ τυγχανόντων, καὶ τοῖς ἐκείνου χρέεσιν οὐκ ὑποκειμένων.
ᾔτησέν τε τῆς ἐξ ἡμῶν εἰς τοῦτο βοηθείας τυχεῖν. θεσπίζομεν τοίνυν
τὴν ἐνδοξότητα τὴν σὴν μέρος ἑκάτερον ἀγαγεῖν, καὶ ἐξετάσαι τὰ παρὰ τοῦ
ἱκέτου λεγόμενα, καὶ κατὰ τοὺς νόμους αὐτῷ τε καὶ τῇ αὐτοῦ ἀδελφῇ
τὴν τῶν μητρῴων αὐτῶν πραγμάτων ἀποσῶσαι δεσποτείαν, κατὰ τὴν
ἁρμόσασαν ἐκείνῃ μοῖραν τῆς τῶν γονέων περιουσίας, μετὰ πάσης
νομίμου ἐπαυξήσεως, καὶ μὴ συγχωρῆσαι τοῖς ὑπεύθυνον λέγουσιν
ἔχειν τὴν περιουσίαν τοῦ τῶν ἱκετῶν θείου, συναναλαμβάνειν καὶ
τὰ ἐκ τῆς μητρὸς τοῖς ἱκέταις ἁρμόσαντα πράγματα, καὶ ἂν γὰρ εἰ μεταξὺ
αὐτῶν οὐδαμῶς νεμήσεις γεγόνασιν· ἀλλʼ οὖν οὐ παρὰ τοῦτο τὸ μέρος
τοὺς ἡμῶν δεηθέντας ἀδικεῖσθαι καθʼ οἷον οὖν βουλόμεθα τρόπον,
ταῦτα δὲ πρὸς πέρας ἄξει τρόποις ἅπασιν ἥ τε σὴ ἐνδοξότης καὶ οἱ μετʼ αὐτήν
τῆς αὐτῆς ἀρχῆς ἀνθεξόμενοι, καὶ ἡ πειθομένη ὑμῖν τάξις, ποινῆς τριῶν
χρυσοῦ λιτρῶν ἐπικειμένης κατὰ τῶν ταῦτα παραβαίνειν τολμώντων ἢ παραβαινέσθαι
συγχωρούντων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.