Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.cair.masp.1.67024dupl ca. 551Aphrodites Kome? (Antaiopolites)

Rescrit impérial via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 18988. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

προσελθὼν ἡμῖν ἐδίδαξεν ἡμῖν ὁρμᾶσθαι μὲν ἐκ τῆσδε τῆς κώμης τῆς Θηβαίων χώρας, διδάσκων τὸν πατέρα δὲ τὸν οἰκεῖοντὸν ἐν αὐτῇ κεκτημένον πρῶτον γενόμενον, καὶ τὰς ὑπὲρ τοῦ παντὸς χωρίου συντελείας ἀναλεγόμενον, ἐπὶ τοὺς τῆς ἐπιχωρίου τάξεως ταύτας κατατιθέναι· ἐπειδὴ δὲ παρὰ τῶν κατὰ καιρὸν ἀρχόντων οὐ τὰς τυχούσας ἀδικίας ὑπέμεινον, τῷ θείῳ ἡμῶν οἴκῳ σφᾶς αὐτοὺς ἐπιδοῦναι καὶ ὑπὸ τὴν προστασίαν αὐτοῦ γενέσθαι τὴν αὐτοῦ, Θεοδόσιον δὲ τὸν μεγαλοπρεπέστατον, τῆς ἀπουσίας δραξάμενον τοῦ πατρὸς τοῦ δεομένου, τοὺς μὲν τῆς κώμης ἀναλέξασθαι φόρους, οὐδὲν δὲ καταθεῖναι παντελῶς ἐπὶ τὸν δημόσιον λόγον, ὥστε τοὺς τῆς ἐπιχωρίου τάξεως πάλιν ἐκ δευτέρου τοὺς ἱκέτας τὰς ἐπικείμενας αὐτοῖς συντελείας εἰσπρᾶξαι· περί τε τούτου θείας ἡμῶν ἤδη πορίσασθαι συλλαβὰς πρὸς τὴν σὴν ἐνδοξότητα γεγραμμένας, ἀλλὰ τὴν ἐκείνου περιδρομὴν πλέον τῶν ἡμετέρων ἰσχῦσαι κελεύσεων, ὥστε τῷ δεομένῳ δευτέρας ἀφορμῆς ὅδου καὶ μείζονος καταστῆναι τὸ πρᾶγμα τριβῆς. θεσπίζομεν τοίνυν τὴν ἐνδοξότητα τὴν σὴν νῦν γοῦν ταῖς δεδομέναις περὶ τούτου τῷ ἱκέτῃ θείαις συλλαβαῖς πέρας ἐπιθεῖναι τὸ προσῆκον, καὶ μὴ χρόνους ἐκ χρόνων αὐτὸν ἤτοι τὴν κατʼ αὐτὸν κώμην τῶν ἐποφειλομένων αὐτοῖς ἀποστερεῖσθαι, ὡς μὴ κατὰ τὴν πρόφασιν ταύτην ἀτονίαν αὐτοῖς ὀλίγον ὕστερον περὶ τὴν τῶν δημοσίων φόρων γενέσθαι καταβολήν. ἐπειδὴ δέ φησίν τινας τῶν κατὰ ταύτην κεκτημένων τὴν κώμην πράγματα τοῦ δεομένου καὶ τῶν ἀδελφῶν τῶν αὐτοῦ παρὰ τὸν τοῦ δικαίου λόγον ἀφέλεσθαι· θεσπίζομεν τὴν ἐνδοξότητα τὴν σὴν καὶ τὰ περὶ τούτους σκοποῦσαν εἰ οὕτως ἔχοντα εὕροις, τὸ ἱκανὸν τῷ τε δεομένῳ καὶ τοῖς ἀδελφοῖς τοῖς αὐτοῦ κατὰ τὸν νόμον γενέσθαι παρασκευάσαι. πρὸς τούτοις ἐδίδαξαν ἡμᾶς Ἰουλιανόν, παγάρχην τῆς Ἀνταιοπολιτῶν, βουληθῆναι τὴν κατʼ αὐτοὺς κώμην ὑπὸ τὴν οἰκείαν παγαρχίαν ποιήσασθαι, καὶ ταῦτα μηδέποτε τελεσάντων ὑπὸ παγαρχίαν αὐτῶν, ἀλλὰ κατὰ τὸ τῶν αὐτοπράκτων σχῆμα διʼ ἑαυτῶν τοὺς δημοσίους φόρους ἐπὶ τὴν ἐπιχώριον τάξιν κατατιθέντων. ἐπειδὴ δὲ οὐκ ἠνέσχον τὸ τούτου τοῦ μέρους ἐπελθεῖν αὐτοῖς καὶ πραγμάτων ἁρπαγὴν ἁμαρτῆσαι, α καὶ τοσαύτην ἁπλῶς τὴν ἀτοπίαν γενέσθαι τὴν αὐτοῦ αὐτοῖς τε καὶ τῇ αὐτῶν κώμῃ ὥστε καὶ ὑπὸ τὴν παγαρχίαν ποιήσασθαι, πρᾶγμα πάσης ἀτοπίας ἐπέκεινα, α θεσπίζομεν τοίνυν τὴν ἐνδοξότητα τὴν σὴν ἐξετάσαι τὰ περὶ τούτου α μεθʼ ὅσης νόμος ἀκριβείας προστάττει, καὶ εἰ ταῖς α ἀληθείαις μηδέποτε τοὺς τὴν αὐτὴν κώμην οἰκοῦντας ὑπὸ παγαρχίαν τελέσαντας εὕροις, α ἀποστῆσαι μὲν τὸν προειρημένον τῆς πρὸς αὐτοὺς μετουσίας, α θεραπεῦσαι δὲ παρασκευάσαι τοῖς δεομένοις τὰς ἀπενηνεγμένας παρʼ αὐτοῦ βλάβας αὐτοῖς καθὰ τοῖς περὶ τούτου νόμοις δοκεῖ. ἀξεῖ δὲ καὶ τοὺς ἄλλους ἡ σὴ ἐνδοξότης ὅσοι τῆς τε σῆς τάξεως καὶ παγανῶν τοῖς δεομένοις ἐπί τε χρήμασιν καὶ ἐγκλήμασιν ὑπεύθυνοι φανεῖεν τυγχάνειν· καὶ τὰ τʼ ἐς χρήματα βλέποντα θεραπεῦσαι τοῖς δεομένοις κατὰ τὸν νόμον, ὑπέρ τε τῶν ἐγκλημάτων νομίμοις ποιναῖς ὑποθεῖναι φροντισείη τοὺς μὲν ταῦτα ἡμαρτηκότας, ὥστε τὸ ἱκανὸν ἐφʼ ἑκατέρῳ, τοῖς τε δεομένοις καὶ τῷ νόμῳ, γενέσθαι . τῶν κατὰ συναρπαγὴν οἷον εἶκος συλλαβὼν ποριζομένων παρὰ τὰ παρʼ ἡμῶν νῦν θεσπισθέντα, θεσπίζομεν οὐδεμίαν δυναμένων ἔχειν ἴσχυν, παρασκευάσεις τὰ εἰς χρήματα βλέποντα, ὑπὲρ δέ γε τῶν ἐγκλημάτων, νομίμοις τοὺς ἡμαρτηκότας ὑποθήσεις ποιναῖς, ὥστε τὸ ἱκανὸν ἐφʼ ἑκατέρῳ, τῷ τε δεομένῳ καὶ τῷ νόμῳ γενέσθαι ταῦτα …

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.