no image
DDbDP-text
Rescrit via HGV-meta
Linked by Trismegistos ID
TM 18992.
Each record below describes this same artifact or text from a different angle.
Διόσκορος προσῆλθεν ἡμῖν τὸν πατέρα τὸν οἰκεῖον λέγων τὴν πρῶτον εξαυ πρὸς δευτέρους γάμους ἐλθεῖν, τὰ δὲ τῇ προτέρᾳ διενεγκόντα τῇ δευτέρᾳ προσγράψαι· καὶ ἐξελθεῖν ἐξ ἀνθρώπων ὡς τοὺς ἐξ ἐκείνης παῖδας ἀφελέσθαι τε καὶ καταδαπανᾶν ἐκεῖνα, καὶ πανταχόθεν ἔρημον εἶναι τὸν ἡμέτερον ἱκέτην, ὥστε τῆς ἐξ ἡμῶν καὶ τῶν νόμων δέεσθαι βοηθείας. θεσπίζομεν τοίνυν τὴν ἐνδοξότητα τὴν σὴν ἀγαγεῖν αὐτοὺς καὶ τὰ περὶ τούτου ζητῆσαι, καὶ εἰ οὕτως ἔχοντα τὰ τῇ τοῦ ἡμετέρου ἱκέτου μητρὶ διενηνοχότα ταῖς ἀληθείαις φανείη, τοῦτο εἰσπρᾶξαι καὶ ἀποδοῦναι τῷ δεομένῳ, ἐπι τοῖς λοιποῖς πράγμασι τοῖς τῷ τελευτήσαντι διενεγκοῦσιδιενεγκοντα τὸν Λέοντος τοῦ τῆς θείαςτῷ λω λήξεως φυλάξαι τῷ δεομένῳ, ὡς μὴ πλέον τὴν δευτέραν γυναῖκα λαβεῖν ὧν ἑνὶἑνὴ τῶν ἐκ τοῦ προτέρου γάμου παιδὶ ἁρμόζει μέν. ἐπειδὴ δὲ καὶ χωρία περιελθεῖν εἰς τὸν οἰκεῖον πατέρα φησίν, δωρεὰν τῆς αὐτοῦ θείας γραψάσης, καὶ ταῦταταύτην τοὺς ἐκ τοῦ δευτέρου γάμου κρατεῖν δωρεὰν εἰς αὑτούς, δευτέραν μὲν αὐτοῖς γενέσθαι παρασκευάσαντας, θεσπίζομεν τὴν ἐνδοξότητα τὴν σὴν καὶ τὰ περὶ τούτου ζητῆσαι, καὶ εἰ οὕτως ἔχοντα εὕροις, μὴ προσσχῇςπροσχῇς δευτέραις δωρεαῖς ἐπὶ πράγμασιν ἐκπεποιημένοιςεκπεποιημεναις γραφείσαις, ὡς οὐδὲμνήσου δὲ τῶν ἡμετέρων νόμων κυρία τὰ τοιαῦτα ποιούντων ὁ νόμος οὕτως ἔχει ὁ Λέοντος· ὅσα κερδαίνεινκερδένειν ἔμελλενἤμελλεν ἡ προτέρα γαμετή, τοῦ ἀνδρὸς πρὸ αὐτῆς τελευτώντος, τοσαῦτα καὶ ἡ δευτέρα γαμετὴ τοῦ ἀνδρὸς προτελευτῶντοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.