Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.1.67097

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ιλνων γῃδίων ἐκ λιβὸς τῆς χερσαμπέλου, σὺν χρηστηρίοις ἅπασι καὶ παντοίοιςπαντοιας καὶ φοίνιξιφοινηξι καὶ ληνοπίθῳ καὶ ὁλοκλήρῳ λάκκῳ καὶ μονῇ καὶ πύργῳ τε καὶ τῇ ἐκεῖσε ἁγίᾳ ἐκκλησίᾳ καλουμένῃκαλουμενου Ἄπα Πόννιτος καὶ πᾶσι τοῖς συνημμένοις τῷ αὐτῷ κτήματι δικαίοις τε καὶ γείτονες δὲ τοῦ προκειμένου κτήματος τοῦ πραθέντος σοι παρʼ ἐμοῦ νῦν μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ τῆς καθόλου περιοχῆς, εἰσὶν οὗτοιουτη· ἐπὶ μὲν νότου ὅρια τῶν ἀρουρῶν Ὡρουωγχίου Σενελαλε, ἐπὶ δὲ ἀπηλιώτου γῄδια τοῦ γεωργίου τῆς ἁγίας καθολικῆς ἐκκλησίας Ἄπα Μουσαίου, ἐπὶ δὲ βορρᾶ γῄδια Ταντβεου τοῦ Βόττουβοττος Προμαῶτος, ἐπὶ δὲ λιβὸς δημοσία ὁδὸς τοῦ ὄρους, ἢ οἷοι ἂν ὦσιωσει γείτονες πάντῃ πάντοθεν· τιμῆς δὲ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καθαροῦ χρυσοῦ νομίσματα δώδεκα , ἕκαστον παρὰ κεράτια δύο , τῷ χρυσοχοϊκῷ σταθμῷ τῆς αὐτῆς κώμης. γίνεται χρυσοῦ νομίσματα ιβ παρὰ κεράτια κδ, ἅπερ ταῦτα τῆς τιμῆς χρύσινα ἀπείληφαἀνείληφα ἐγὼ ὁ ἀποδόμενος Ἑρμαύως παρὰ σοῦ τοῦ πριαμένου Ἰσακίου Γεωργίου διὰ χειρός σου εἰς χεῖράς μου, παρόντων τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων, ἀριθμῷ καὶ σταθμῷ, ἅμα τῇ παρούσῃ πράσει γενομένῃγενομενης σοι παρʼ ἐμοῦ, ἐφʼ ᾗτινι εὐδοκῶ καὶ πείθομαιπίθωμαι πρὸς τὸτὼ σὲ ἀπεντεῦθεν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τοῦ προδηλωθέντος ὁλοκλήρου πατρῴου κτήματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ χρηστηρίων ἁπάντων, ἀπὸ τοῦ νῦν ὡς προεῖπον ἐπὶ τὸν ἀεὶ καὶ παντελῆ χρόνον, καὶ ἐξεῖναί σοι ἐπʼ αὐτῷ πάντα πράττειν κατὰ πᾶσαν αὐτοτελῆ ἐξουσίαν τεδε καὶ αὐθεντίαν, καὶ νέμεσθαι τοῦτο καὶ κτήσασθαι καὶ παραπέμπειν ἐπὶ κληρονόμους σοὺς παντοίους καὶ διαδόχους καὶ διακατόχους, ἢ καὶ μεταποιεῖν καὶ ἐκποιεῖν τοῦτο καὶ χρήσασθαι, καὶ ἀντικαταλλάττεσθαιαντικαταλαττησθαι οἷς βούλει προσώποιςπροσσωποις ἁπαξαπλῶς, παντὶ τρόπῳ κυριευτικῷ χρήσασθαι διὰ παντὸς εἰς τὸ παντελές, ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ ἀνεγκλήτωςανεγκλητος ἐπάναγκες ὑπʼ οὐδενὸς τὸ σύνολον τῶν ἐμοὶ διαφερόντων ἐκ πάσης συνγενείας μου. καὶ ἑτοίμως ἔχω ἐγὼ καὶ κληρονόμοι μου παντοῖοι ἀεί ποτε καὶ διάδοχοιδιαδοχη καὶ διακάτοχοιδιακατοχη βεβαιώσασθαί σοι καὶ καθαροποιήσασθαι, καὶ κληρονόμοις σοῖς καὶ διαδόχοις καὶ διακατόχοις, τὴν τοῦ προκειμένου ὁλοκλήρου κτήματος καὶ πραθέντος σοι παρʼ ἐμοῦ καθαρὰν νομήν τε καὶ δεσποτείαν, μὴ προυποκειμένην οἵῳ δήποτε ὀφλήματι δημοσίῳ τε καὶ ἰδιωτικῷ, ἀλλὰ πᾶσαν ἄδειάν σοι δίδωμι, ἀπὸ τοῦ νῦν διὰ παντὸς εἰς τὸ παντελές, τοῦτο οἰκονομεῖν καὶ βελτιοῦν, ἢ καὶ φορολόγειν καὶ ἐκμισθώσασθαι καὶ καρποῦσθαι, καὶ ἀνάξαι εἰς φυτείαν ἀμπέλου τε καὶ παντοίων φυτῶν, καὶ συγκομίσασθαι τοῦτο κατʼκαθ’ ἔτος, καὶ εἰσφέρειν τῷ δημοσίῳ λόγῳ τὴν πᾶσαν αὐτοῦ συντέλειαν ἔν τετη σίτῳ ἐμβολῆς καὶ ναύλοις καὶ χρυσικοῖς παντοίοις δημοσίοις τίτλοις, πρὸς τὴν ἀπογραφὴνἀναγραφὴν τοῦ δημοσίου κώδικος τοῦ τῆς λογίας μνήμης Ἰωάννου ἀπογενομένου σχολαστικοῦ καὶ κηνσίτορος, καὶ κατὰ μίμησιν πάντων τῶν κτητόρωνκτητωρων τῆς αὐτῆς κώμης Ἀφροδίτης, ἀποκρίνασθαί σε τὰ παντοῖα τούτου βάρη διηνεκῶςδιενεγκως πρὸς τὴν ἀνενεχθεῖσανἀνηνεχθεῖσανανενεχθεισαν κατὰ τοῦ αὐτοῦ κτήματος τοῦ αὐτοῦ σοφωτάτου ἀνδρός μέτρησιν, ἀρξάμενόν σε τὴν τούτου δημοσίου εἰσφορὰν ποιήσασθαι ἀπὸ καρπῶν καὶ κανόνος τῆς σὺν Θεῷ μελλούσης ἕκτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές σου καὶ τῶν σῶν ἀεί ποτε κληρονόμων καὶ διαδόχων καὶ διακατόχων· μηδενὸς ὑμῖν ἐναντιουμένου ἢ ἀντινοησομένουἀναντινοησομένου πώποτε, μήτε δυνησομένου κρίνειν καθʼ ὑμῶν περὶ τούτου ἐν οἵῳ δήποτε καιρῷ ἢ χρόνῳ, ἐν δικαστηρίῳ οἵῳ δήποτε ἢ ἐκτὸς δικαστηρίου, μικροῦ ἢ μεγάλου, περὶ πλείονοςπλιωνος ἢ περὶ ἐλάσσονος τιμῆς, περὶ περαιτέρω ταύτης τῆς προσημανθείσηςπροσημανθεῖσαν καὶ ἀρεσθείσης νῦν μεταξὺ ἡμῶν ἀμφοτέρων, ἀλλὰ καὶ ἑτοίμως ἔχω ἐγώ τεδε καὶ παντοῖοί μου κληρονόμοι ἀποστρέψαι καὶ ἀποστῆσαι πάντα ἄνθρωπονανθρωπων ἐπελευσόμενον κατὰ σοῦ τε καὶ κληρονόμων σῶν καὶ διαδόχων, ἢ ἀντιποιηθησόμενον τοῦ προειρημένου κτήματος ἐκ μέρους αὐτοῦ ἢ ἐκ κεφαλαίου, ἰδίοις ἡμῶν ἀναλώμασι καὶ δαπανήμασιταπανημασι, κινδύνῳ καὶ πόρῳ τῆς παντοίας μου ὑποστάσεως, γενικῶς καὶ ἰδικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ ὑποκειμένης ὑμῖν εἰς τὴν βεβαίωσιν ἀεί ποτε καὶ καθαροποίησιν ταύτης τῆς παρʼ ἐμοῦ διαπράσεως κυρίας οὔσης καὶ βεβαίας πανταχοῦ προφερομένης, καθʼ ὅσονοσων ἤδη ἐβεβαίωσα καὶ βεβαιώσω ὑμῖν πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιηθησομένου τούτου πάντοτεπαντετε, ἐξ οὗ μέρος οἷον δήποτε καθʼ οἷον δήποτε τρόπον μὴ κατὰ χεῖρας ἐμοί τε καὶ κληρονόμοις μου, ἀλλὰ καὶ ἐκ τοῦ συνόλου πεπράμενόν σοι δέδοται τὸ προειρημένον ὁλόκληρον κτῆμα ὡς ἂν ὀφείληταιὠφείλεται. καὶ εἰ ἧττον φροντίζομεν τῆς αὐτοῦ βεβαιώσεώς τε καὶ καθαροποιήσεωςκαθαροποιησασθαι ἐγώ τε καὶ κληρονόμοικληρονομου μου διὰ παντὸς εἰς τὸ παντελές, τριπλασίως τὸ προκείμενον τούτου τίμημα ἀποδώσομεν καὶ τὰ παντοῖα ὡσαύτως διπλᾶ ἀναλώματα καὶ δαπανήματα τὰ εἰς βελτίωσιν τούτου καὶ καλλιέργειαν ἀναλωθησόμενα παρὰ σοῦ, μετὰ καὶ τοῦ μετὰ ταῦτα εἶναι τὴν παροῦσαν ἔγγραφον πρᾶσιν κυρίαν καὶ βεβαίαν καὶ στιπη καὶ ἀσάλευτον καθότι καὶ ἔστιν· καὶ ἐφʼ ἅπασι τοῖς ἐν αὐτῇ προγεγραμμένοις ὁμολογήμασι ἐπερωτηθεὶςἐπερευτηθεὶς παρὼν παρὰ παρόντων μαρτύρων, ὡμολόγησα. ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν εἰς πέρας ἄγειν ὡμολόγησα. εὔδηλον δὲ ὅτι τῶν δημοσίων τοῦ αὐτοῦ κτήματος παντὸς τοῦ παρωχηκότος χρόνουτρόπου μέχρι τῆς παρούσης πέμπτης ἰνδικτίονος καὶ αὐτῆς, ἔν τε σίτῳ καὶ παρὰ Διοσκόρου υἱοῦ Ἀπολλῶτος τῷ ἀδελφῷ Μηνᾷ υἱῷ Ἀβρααμίου, κεφαλαιωτῇ τῶν ποιμένων κώμης Ἀφροδίτης, χαίρειν. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ τῆς τιμῆς τοῦ ὑπὸ σὲ βοσκήματος τόπου Νέου λάκκου τοῦ ὄρους καλουμένου Σατιβους, ὑπὲρ ἑβδόμης καὶ ὀγδόης τῆς σὺν Θεῷ μελλούσης ἰνδικτίονος, τοῦτʼ ἔστι σίτου ἀρταβῶν πέντε. γίνονται ὁμοῦ σίτου ἀρτάβαι ε, ὑπὲρ λοιπῆς τιμῆς ἐκ πλήρους τῶν β ἰνδικτιόνων, ἀντὶ τῆς ἐκ πλήρους τιμῆς τοῦ πραθέντος μοι παρὰ σοῦ ταύρου. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τοῦτο τὸ ἐντάγιον ὡς πρόκειται. Χοιὰκ κ ζ ἰνδικτίονος. ὁ αὐτὸς ἐγὼ Διόσκορος στοιχεῖ μοι ὡς πρόκειται. παρις πανηγυρικόν λόγος vestiges ἕως Παῦνι κ ἑορτὴ α αερκαμης ευ ὀνόματος Πέτρου τοῦ υἱοῦ μου α ἄχυρον εἰς ἐμβολὴν διʼ ἐμοῦ Διοσκόρου β ἄχυρον

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.