no image
DDbDP-text
Transfert de taxation via HGV-meta
Linked by Trismegistos ID
TM 19048.
Each record below describes this same artifact or text from a different angle.
τῷ δημοσίῳ λόγῳ καὶ τοῖς πρωτοκωμήταις
κώμης Ἀφροδίτης τοῦἈνταιοπολίτουνομοῦ,
διὰ σοῦ τοῦ θαυμασιωτάτου Φοιβάμμωνος[…]
βοηθοῦ τῆς αὐτῆς κώμης, παρὰ Αὐρηλίου
Παύλου Ψαίου, συντελεστοῦ τῆς αὐτῆς,
καὶ Αὐρηλίου Θεοδώρου, πρεσβυτέρου τοῦ ἁγίου
τόπου ἄπα Δίου, καὶ Αὐρηλίου Χαρισίου
Ἑρμαύωτος συντελεστοῦ τῆς αὐτῆς κώμης
τοῦ αὐτοῦ Ἀνταιοπολίτου νομοῦ, χαίρειν. σωματίσατε
καὶ μετενέγκατε εἰς ἐμὸν ὄνομα, ἀπὸ ὀνόματος
τοῦ ἁγίου εὐκτηρίου τόπου Ἄπα Δίουτοῦ ἐν τῇ κώμῃ
κεκτημένου, σπορίμην ἄρουραν μίαν τέταρτον μετὰ καὶ
τῆς ἐνεχθείσης ἐκβολῆς πρὸς τὴνἀπογραφὴν
τοῦ ἐλλογιμωτάτου σχολαστικοῦ καὶ κηνσίτωρος Ἰωάννου.
καὶ ἑτοίμως ἔχω τελέσαι τὰ ὑπὲρ ταύτης
παντοῖα τελέσματα ἔν τε σίτῳ καὶ χρυσῷ, ἀπὸ κανόνος τῆς
τρίτης ἰνδικτίονος καὶ αὐτῆς, διὰ παντὸς ἑξῆς χρόνου,
τὰς προκειμένας ἀρούρας ἐνεχθείσας εν[…]
κλήρου Πατάνουβε. καὶ πρὸς ὑμῶν ἀσφάλειαν καὶ τοῦ δημοσίου
λόγου τοῦτο τὸ ἐπίσταλμα τρισσὸν ὁμόγραφον ὡς πρόκειται,
καὶ ἐπερωτηθεὶς ὡμολόγησα. † Αὐρήλιος Χαρίσιος Ἑρμαύωτος
ἐπιδέδωκα τοῦτο τὸ ἐπίσταλμα ὡς πρόκειται.
Θεόδωρος πρεσβύτερος τοῦ ἁγίου τόπου Ἄπα Δίουἐπιδέδωκα
τοῦτο τὸ ἐπίσταλμα ὡς πρόκειται. Παῦλος Ψαΐου ἐπιδέδωκα
τὸ ἐπίσταλμα ὡς πρόκειται. Ἰσάκος Παπνουθίου μαρτυρῶ
συμπειθόμενος.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου
τὸ δεύτερον, καὶ Φλαυίου Ὀπιλίωνος τοῦ ἐνδοξοτάτου, Ἐπεῖφι[…]γ ἰνδικτίονος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.