Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.2.67159trpl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου, Χοιὰκ εἰκάδιεἰκὰς δευτέρας ἰνδικτίονος. ἐν Ἀντινόου πόλειἈντινόου πόλει τῇ λαμπροτάτῃ. ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἑαυτοὺς τὴν ἀντισύγγραφον κοινὴν δισσὴν ὁμολογίαν, ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις· ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Δανιῆλις ἐκ πατρὸς Ἰωσηφίου, ἐκ μητρὸς Θέκλας, λεπτουργὸς τέκτων τῇ τέχνῃ, ὁρμώμενοςὡρμώμενος ἀπὸ ταύτης τῆς καλλιπόλεως ἈντινοέωνἈντινοέων, ἐκ δὲ θατέρου μέρους Αὐρήλιος Βίκτωρ υἱὸς Φιλήμμωνος, ἐκ μητρὸς Μαρίας, καὶ αὐτὸς τῆς αὐτῆς τέχνης συνκείμενοςσυγκείμενοςσυνκειμενος, ἀπὸ ταύτης τῆς Ἀντινοέων πόλεως, καταγόμενοικαταγομενος ἀλλήλοις τὰ ὑποτεταγμένα, χαίρειν. ὁμολογοῦμεν κοινῇ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει, συν εργάζεσθαι ἀλλήλοις εἰς εἰς τὴν ἡμῶν τῆςτῆς λεπτουργίας τεκτονικὴν τέχνην, διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ὁμολογίας, ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης συν αρπαγῆς τε καὶ περιγραφῆς κατὰ νόμους, ἑτοίμως ἔχειν ἡμεῖς οἱ προγεγραμμένοι ἄνδρες τέκτονες, ἀπὸ τῆς σήμερον καὶ προτεταγμένηςπροτεταγμένας ἡμέρας, ἥτις ἐστὶν τοῦ μηνὸς Χοιὰκ εἰκὰς ἡμέρα τῆς παρούσης δευτέρας ἐπινεμήσεως, μέχρι περαιώσεως ἑνὸς καὶ μόνου ἐνιαυσιαίουενιαυτιαιου χρόνου, ψηφιζομένου τοῦ αὐτοῦ χρόνου ἀπὸ τῆς προειρημένης ἡμέρας, ἐφʼ ᾧ ἡμᾶς, δίχα πάσης ῥᾳδιουργίας, ἀμέμπτως καὶ ἀκαταγνώστως, συνομονοεῖν ἀλλήλοις καὶ συνκαμεῖν καὶ συνπνεῖνσυνπνεεῖν εἰς πάντα τὰ ἁρμόττονταἁρμόττονταα ἔργα τῇ ἡμῶν τέχνῃ, μετὰ πάσης ὑποταγῆς καὶ ὑπακοῆς παρʼ ἀλλήλων εἰς ἀλλήλους ἐν ἅπασι καλοῖς καὶ ὠφελίμοιςὀφελείμοις ἔργοις τε καὶ λόγοις ἀμέμπτως καὶ ἀκαταφρονήτως, δίχα πάσης ῥᾳδιουργίας καὶ γογγυσμοῦγογγισμοῦ καὶ ὑπερθέσεως καὶ ἀναβολῆς ἔργων διόλου, εἰς πάντα τὰ ἐπιταττόμενα ἡμῖν ἢ καὶ προσ ταχθησόμενα παρʼ οἵου δήποτε ἀνθρώπου λόγῳ ἐργοχείρου ἐπιταγῆςἐπιταγηἐπιταγῆς, ὥστε ἡμᾶς πάντα ποιῆσαι καὶ ἐκτελέσαι μεθʼ ὑγιοῦς τῆς πίστεως, καὶ ἀποκαταστῆσαι τοῖς ἰδίοις ἀβλαβῶς, καὶ τοὺς μισθοὺς ἱκανῶς ἀπολαμβάνειν καὶ διαμερίσασθαι εἰς ἑαυτοὺς τούτους κοινῇ ἐφʼ ἡμίσείας μερισμοῦ, δίχα πάσης κλοπῆς καὶ ἀποστασίας· μὴ δυναμένου τινὸς ἡμῶν μήτε δυνησομένου ἀποστῆναι τῆς ἐμπιπτούσης ἡμῖν ἐργασίας καθʼ οἷον δήποτε χρόνον ἢ καιρὸν ἢ ἡμέραν, καὶ ὑπερ θέσθαι καὶ προφάσεις ἐπανατεῖναι καὶ τοῦ ἔργου καταφρονήσεινκαταφρονήσινκαταφρονήσειν καὶ εἰ ἀποσταίηἀποσταινη τις παρὰ ταῦτα τὰ συντεταγμένα σύμφωνα ὑπερ βῆναι, καὶ μὴ δικαίως ἐξακολουθῆσαι τῷ ἐπίοντι ἔργῳ καθʼ ἑκάστην Θεοῦ βουλομένου, δίχα νοσήματος, παρέξει τὸ παρα βαῖνον μέρος ὑπὲρ ἀμελείαςἀμελείας λόγου χρυσοῦ νομίσματα τέσσαρα . καὶ εἰ ἀπο σταίη τοῦ ἔργου πρὸ συμπληρώσεως τοῦ ἐνιαυτοῦ, τὸ αὐτὸ πρόστιμον ἐπιγινώσκειν δίχα κρίσεως καὶ δίκης καὶ οἵας δήποτε εὑρησιλογίαςεὑρεσιλογίας καὶ παραγραφῆς νόμου, ὑποκειμένων ἀλλήλοις εἰς τοῦτο καὶ εἰς πάντα τὰ προγεγραμμένα πάντων ἡμῶν τῶν ἡμῖν ὄντων καὶ ἐσομένων πραγμάτων, κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων, ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ, εἰς ἀποπλήρωσιν πάντων μέχρι τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ. καὶ ἐφʼ ἅπαντα τὰ προγεγραμμέναπροειρημέναπρογειρημενα σύμφωνα ἐπερωτηθέντες παρʼ ἀλλήλων καὶ ἀλλήλους ἐπερωτήσαντες καὶ εἰς πέρας ἄγειν ὡμολογήσαμενCross-references (3)
- TM-Text 18915 primary
- DDbDP-Text p.cair.masp;2;67159trpl tier-1
- HGV-Text 18915 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.