no image
DDbDP-text
Quittance via HGV-meta
Linked by Trismegistos ID
TM 18922.
Each record below describes this same artifact or text from a different angle.
χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τρίτου, Φαμενὼθ ἐννεακαι δεκάτῃ πρώτης ἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ Αὐρήλιος Μαρτῖνος υἱὸς Σαβινιανοῦ, ἐκ μητρὸς Μάρθας, δοῦλος τοῦ ἐνδόξου οἴκου τοῦ πανευφήμου Ἀθανασίου πατρικίου, γενάμενος δε καστρις Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἀλαβάρχῃἀραβάρχῃ, πράττοντι τὴν ἀρχὴν ἐπὶ ταύτης τῆς Ἀντινόου πόλεως, Αὐρηλίῳ Κολλούθῳ Βίκτορι ὀρνιθᾷ ἀπὸ τῆς αὐτῆς πόλεως, χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Μαρτῖνος καστρις διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἤτοι ἀκυρωσίας μηδένα τοῦ λοιποῦ λόγον ἔχειν μήτε ἕξειν πρὸς σὲ καὶ πρὸς σοὺς κληρονόμους πώποτε περὶ τοῦ σου πιττακίου τῶν δύο νομισμάτων τῶν ἐκδανεισθέντωνἐκδανισθέντων σοι παρʼ ἐμοῦ, διὰ τὸ ἐμὲ νῦν τούτων παρὰ σοῦ πεπληρῶσθαι ἅμα ταύτῃ σοι γεναμένῃ παρʼ ἐμοῦ τῇ διαλυτικῇ ὁμολογίᾳ. καὶ διὰ τὸ ἀπολωλέναι τὸ εἰρημένον σου πιττάκιον ἐν τοῖς ἐμοῖς χάρταις, μὴ εὕρων τοῦτο ἀναδοῦναί σοι ἢ παρὰ τὸ ὀξὺ τὴν τούτου ἐραύνησιν ποιήσασθαι· κατὰ τοῦτο προσ ομολογῶ μετέπειτα διεραυνῆσαι εἴ που εὕρω καὶ ἀναδοῦναί σοι τοῦτο, ἤγουν τοῦτο αὐτὸ εἶναι ἄκυρον καὶ ἀνίσχυρον πανταχοῦ προφερόμενον κατὰ σοῦ παρʼ οἵου δήποτε ἀνθρώπου ἐκ τοῦ προσώπου μου καὶ ἄλλου ὑπερϊσχύοντος, διὰ τὸ ἐμὲ ἤδη ἀνειληφέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ νῦν τῶν εἰρημένων δύο νομισμάτων ὁμοῦ παρὰ κεράτια δώδεκα , ζυγῷ Ἀντινόου. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν ἀκυρωσίαν, κυρίαν οὖσαν καὶ βεβαίαν ὡς πρόκειται, μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ μαρτυροῦντος· ἐρωτηθεὶς ὡμολόγησαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.