Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.3.67283
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
παρὰ τῶν ἀπὸ κώμης Ἀφροδίτης Βίκτορι διακόνῳ καὶ τοῖς θαυμασιωτάτοις ιῳ καὶ Βίκτορι ἡμετέροις α διδάσκομεν τὴν εὐσεβεστάτην ἡμῶν δέσποιναν ὡς Ἰουλιανὸς ὁ λαμπρότατος βούλεται παρὰ τὸ ἔθος ἡμᾶς ἑλκέσθαι εἰς παγαρχίαν τῆς Ἀνταιουπολιτῶν ἧς κεκράτηκεν ἀπὸ προ οιμίων τῆς ἐπινεμήσεως, καίπερ ἀνθρώπους τυγχάνοντας τῆς τε δουκιανῆς ἐξουσίας καὶ τῶν δεσποινικῶν· καὶ προνοεῖν οὐκ οἴδαμεν πόθεν ἐπεξῆλθεν ἡμῖν ὁ τοιοῦτος, τῶν δημοσίων φόρων προφάσει· καὶ γὰρ ἐπίσταται ἡ ἐπιχώριος ἁρμόδια τάξις ὡς οὐδέποτε ἐν ὑστερησμῷ γεγόναμεν τῆς τούτων παροχῆς· οὗτος δὲ ἐπιδραμὼν τὰ ἡμέτερα κτήματα, οὐκ ὤκνησεν ἐκπορθῆσαι ταῦτα πλέον τῶν ὑπὸ βαρβάρων λελυμασμένωνλελυμαινομένων τόπων ἐξ ἀφορμῆς τοῦ δημοσίου. καὶ οἱ αὐτῷ ἑπόμενοι πάντα τὰ πράγματα περὶ τὴν ἡμῶν κώμην ὡς εἴρηται ἐξεπόρθησαν κακῶς καὶ ἀνεκφράστως· ἔτι δὲ καὶ τὸν ταύτης ἀγρὸνταύτῃ λαρον ὥστε μὴ ἐξεῖναι ἡμῖν ἀποροῦσιν τὰς συνήθεις τε εἰσφέρειν τοῦ δημοσίου συντελείας καὶ ζῆν μετρίως μετὰ τῶν ζῴων καὶ ἐργαλείων καὶ χρηστηρίων πάντων, ἀλλʼ εἰς τὴν ἡμῶν ἀποτροφὴν οὐδὲν ἡμῖν ὑπέλιπονὑπέλειπαν ἐν ἀγρῷ καὶ ἐν τῇ κώμῃ οἱουδήποτε σκεύους τῆς εὐζωίας ἡμῶν. οἶδεν ὁ Θεὸς πάντα τὰ παρʼ αὐτῶν κατὰ τῶν νόμων πεπραγμένα, καὶ τὰς γεναμένας μιαιφονίας τοῦ συμβάντος τοιούτου λοιμοῦ καὶ ὀλόλυματα ἔχοντος, καὶ πάντα τὰ ἄφατα ζημιώματα τε καὶ ἀδικήματα τὰ περιελθόντα ἡμᾶς τοτε ἅτινα χάρτης οὐ δεδύνηται χωρεῖν εἰ μὴ ἀρρήκτῳ διηγεῖσθαι φωνῇ ν λαφυραγωγὸνλαφαιραγωγὸν διαιστως. ὅθεν παρὰ τὸ ἀπορεῖν ἡμᾶς πάντῃ πανταχόθεν περὶ τῆς σωτηρίας ἡμῶν, καὶ μία καὶ μονὴ ὑπολέλειπται ἐλπίς, σχολὴν ἄγειν πρὸς τοῦτο τὸ περισπούδαστον ἡμῖν πρᾶγμα, προσιέναι τῇ εὐσεβεστάτῃ ἡμῶν δεσποίνῃ ἐπισκόπου τῆς Ἀνταιοπολιτῶν τοῦ θεοσεβοῦς, ὅπως ἐφορώσηται τὴν ταπείνωσιν ἡμῶν καὶ ἀποτρέψῃ ἀφʼ ἡμῶν τῶν ταλαιπώρων τὸν εἰρημένον παγάρχην, καὶ ἡμεῖς εὕρωμεν εὐκόλως βιῶναι καὶ ἡσύχως ἐργάζεσθαι περὶ τὰ εὐσεβῆ τελέσματα καὶ τὴν ἐξαίσιον ἡμῶν ἐμβολὴν, ὥστε τούτου τυχόντας τοῦ εὐεργετήματος ἡμᾶς ποτε ὑγιοῦσθαι διὰ χειρὸς τῆς εὐσεβεστάτης ἡμῶν δεσποίνης καὶ τῆς ὑμετέρας εὐκλείας, διʼ ἧς καὶ κολασθήσονται ἐκεῖνοι οἱ κακοῦργοι, οἱ οἰκήματα φανερὰ καὶ τὰ κτήματα τῶν ὑμετέρων ὑπαρχόντων ἀνορυχαῖς καὶ ἀνασκαφαῖς ποιήσαντες ἄχρηστα. Βίκτωρ ἐλεεινὸς πρεσβύτερος τῆς ἁγίας καθολικῆς ἐκκλησίας κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Προμαὼς Ἰωάννου πρεσβύτερος ἐλεεινὸς τοῦ ἁγίου ἄπα Προμαῶτος μάρτυρος κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Πέτρος πρεσβύτερος ἐλεεινὸς τῆς ἁγίας καθολικῆς ἐκκλησίας Ἀποστόλων κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Ἀνοῦφις πρεσβύτερος ἐλεεινὸς τῆς ἁγίας καθολικῆς ἐκκλησίαςἐκλησίας ἄπα Μουσαίου κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Ψάις πρεσβύτερος ἐλεεινὸς τῆς ἁγίας καθολικῆς νοτινῆς ἐκκλησίας κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Καλλίνικος πρεσβύτερος ἐλεεινὸς τῆς ἁγίας ἐκκλησίαςἐκλησίας ἄμα Μαρίας κώμης ἈφροδίτηςἈφροτίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Βίκτωρ πρεσβύτεροςπρησβύτερος ἐλεεινὸς τοῦ ἁγίου ἄπα Μηνᾶ μάρτυρος κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Εὐλόγιος πρεσβύτερος ἐλεεινὸς τοῦ ἁγίου ἄπα Βίκτορος μάρτυροςμάρτιρος κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Βίκτωρ πρεσβύτερος ἐλεεινὸς τῆς ἁγίας καθολικῆςκαθοληκῆς καινῆς ἐκκλησίας κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Ἀβραάμιος πρεσβύτερος ἐλεεινὸς τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἄπα Ῥωμάνοῦ κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Φηῦς ἀναγνώστης τῆς αὐτῆς ἁγίας ἐκκλησίας, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Καλλίνικος Βίκτορος κτήτωρ τῆς αὐτῆς κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκαἐπειδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἀπολλὼς κτήτωρ τῆς κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Λουκανὸς κτήτωρ τῆς αὐτῆς κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Φοιβάμμων κτήτωρ τῆς αὐτῆς κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίανδιδασκαλιν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἰερημίας Βίκτορος ταβελλίων κώμης Ἀφροδίτης καὶ Κωνσταντῖνος Ἑρμαυῶτος κεφαλαιωτὴς τῶν χαλκοτύπων τῆς αὐτῆς κώμης, καὶ Δωραντίνοος Ἰωσηφίου οἰνοπράτης τῆς αὐτῆς κώμης Ἀφροδίτης, καὶ Ἰωσῆφις Ἀπολλῶτος γναφεὺς κώμης Ἀφροδίτης κεφαλαιωτὴς, καὶ Φοιβάμμων Παπνουθίου κεφαλαιωτὴς τῶν τεκτόνων κώμης Ἀφροδίτης καὶ Ὡρουῶγχις Μαθείου κεφαλαιωτὴς τῶν καυνακοπλόκων κώμης Ἀφροδίτης, καὶ Ἰερημίας Φιβίου κεφαλαιωτὴς τῶν πακτονοποιῶν κώμης Ἀφροδίτης, παρακαλοῦντες ἐπιδεδώκαμεν ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων, παρόντων καὶ εἰπόντων μοι, γράφοντι δὲ καὶ ὑπὲρ ἐμαυτοῦ, Ἰερημίας νομικὸς Πίλατος ταβελλίων κωμῆς Ἀφροδίτης, Προμαουὼς Ἀπολλῶτος καὶ Μακάριος Ἰωσηφίου κεφαλαιωτὴς τῶν πων, καὶ Ἰωσῆφις Ἰωάννου κτήτωρ ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης, παρακαλοῦντεςπαρακοῦντες ἐπιδεδώκαμεν ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων, παρόντων καὶ εἰπόντων μοι, γράφοντι δὲ καὶ ὑπὲρ ἐμαυτοῦ, Πίλατος νομικός Σενούθης Ἀπολλῶτος πρωτοκωμητὴς παρακαλῶν ἐπιδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἀπολλὼς Πιωτου κτήτωρ τῆς κώμης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἀπολλὼς Ἰωσηφίου χρυσουποδέκτης τῶν δημοσίων τῆς κώμης Ἀφροδίτης, παρακαλῶν ἐπιδέδωκα τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Γεώργιος Ψεμπνούθου διάκονος καὶ κτήτωρκτήτορ κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἰσάκ Μουσαίου κτήτωρ καὶ Φοιβάμμων Ψενθαησίου κτήτωρκτήτορ παρακαλοῦντες ἐπιδεδώκαμεν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Τριάδελφος Κωσταντίνου, ἀξιωθεὶς, ἔγραψα ὑ#πὲρ τεδε ἐμαυτοῦ καὶ ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Ἑρμαυὼς βοηθὸς τῶν δημοσίων κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Αὐρήλιος Ἰακὼβ Φοιβάμμωνος συντελεστὴς παρακαλῶν ἐπιδέδωκα ὑμῖν τὸ διδασκαλικὸν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἰσὰκ Ἰωάννου κτήτωρ παρακαλῶν ἐπιδέδωκα τὸ διδασκαλικὸν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἀβραὰμ Ἀνουφίου κτήτωρκτέτωρ παρακαλῶν ἐπιδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Ἐνὼχ Ἡρακλείου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φοιβάμμων Φιβίου κτήτωρ παρακαλῶν ἐπιδέδωκαἐπειδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησινεἴδησειν τῆς ἡμῶν δεσποίνηςτησπείνης. Μαθίας Ἰωσηφίου κτήτωρκτέτωρ κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκαἐπιδωκα ταύτην τὴν διδασκα λίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἀμάις Ἀβρααμίου κτήτωρ κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκαἐπειδέδωκα ταύτην τὴν διδασκαλίανδιδασκαλείαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Φλαύιος Διόσκορος Μεγάλου κτήτωρ ἀπὸ Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Φλαύιος Θεότεκνος Ψαίου κτήτωρ κώμης Ἀφροδίτης, ἀποδιαδόχουἀποδιατόχου πραιποσίτων, παρακαλῶν ἐπιδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸςπρὸ εἴδησιν τῆς ἡμῶν δεσποίνης. Κῦρος Βίκτορος κτήτωρ ἀπὸ Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἀβραὰμ Βίκτορος κτήτωρ τῆς εἰρημένης κώμης παρακαλῶν ἐπιδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Ἰεζεκιὴλ Βίκτορος κεφαλαιωτὴς τῶν οἰνοπρατῶν κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Ἐνώχ Ἑρμαυῶτος κτήτωρ κώμης Ἀφροδίτης παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Φλαύιος Κ κτήτωρ παρακαλῶν ἐπιδέδωκα ὑμῖν ταύτην τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Φλαύιος Βησσουροῦς παρακαλῶν ἐπιδέδωκα τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης. Χρυστὴς κτήτωρ παρακαλῶν ἐπιδέδωκαδέδωκα ὑμῖν τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Καλλίνικος Ἑρμαυῶτος κτήτωρ παρακαλῶν ἐπὶ δέδωκα ὑμῖν τὴν διδασκαλίαν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης . Παλὼς πρεσβύτερος καὶ οἰκονόμος τοῦ ἁγίου ἄπα Ἑρμαυῶτος παρακαλῶν ἐπιδέδωκα ὑμῖν τὸ διδασκαλι κον πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνης Ἰωάννης μονάζων ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Ἰωάννης Κορνηλίου κτήτωρ παρακαλῶν ὑμῖν ἐπιδέδωκα τὸ διδασκαλικὸν πρὸς εἴδησιν τῆς ἡμῶν δεσποίνηςCross-references (3)
- TM-Text 18420 primary
- DDbDP-Text p.cair.masp;3;67283 tier-1
- HGV-Text 18420 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.