Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.60.4060
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τῶν διακομιζόντων ἐνίας παραπίπτειν εὖ ποιήσεις, ἄδελφε, ἐὰν ἔχῃς ἐπιστολὴν δεομένην τῆς ἀπʼ ἐμοῦ ἀντιφωνήσεως ἐπιστείλας τῷ μετʼ ἐμὲ κατασταθέντι στρατηγῷ Καλλικλεῖ ὅπως τῆς δεούσης ἀντιφωνήσεως τύχῃ. φάνερον δὲ ποιήσεις καὶ τῷ βασιλικῷ γραμματεῖ καὶ ἐγλογιστῇ τοῦ ὑπὸ σοὶ νομοῦ ἵνʼ εἰ καὶ αὐτοὶ ἔχουσιν τὸ αὐτὸ πράξωσι. καὶ εἰ παρὰ σοὶ εὕρηνταί τινες ἐν τῷ Μεμφείτῃ γεουχοῦντες ἐπιστελεῖς τῷ αὐτῷ μετʼ ἐμὲ στρατηγῷ ἵνα τῆς ἀπαιτή σεως προνοήσηται. οἱ ὑπογεγραμμένοι, οἱ μὲν ἀπὸ δημοσίων χρει ῶν ἀναχωρήσαντες, οἱ δὲ ἐπʼ αἰτίαις ὀνομασθέντες καὶ ἀφανεῖς γενόμενοι, ἐκελεύσθησαν ὑπὸ Οὐολουσίου Μαικιανοῦ τοῦ λαμπρο τάτου ἡγεμόνος ἀναζητεῖσθαι. ἵνʼ οὖν καὶ παρὰ σοὶ ἐπιμελῆ αὐτῶν ἀναζήτησιν ποιήσῃ καὶ οὓς ἐὰν εὕρῃς πέμψῃς οἷς προσήκει ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι. φίλτατε. διὰ Ἀπολλωνίου βοηθοῦ. ἔτους α Ἐπεὶφ ε. εἰσὶ δέ· οἱ μὲν ἀπὸ δημοσίων χρειῶν ἀναχωρήσαντες φύλακες μητροπόλεως· Πετεαρμώτης Πετεαρμώτου Ψευαυτ. Παντβεῦς υἱὸς Ἀρτεμεῖτος. Ἁροννῶφρις υἱὸς Τανετβευίος. Διογένης Παπνουτίωνος Διογένους. Πετεαρμώτης Πετεήσιος Πετεαρμώτου. Μηνᾶς Μηνοδώρου Πετεαρμώτου. Ὡρίων υἱὸς Τετεαθήριδος. Νεφερῶς Ἀπολλωνίου Πετεσεῖτος. Κολλουθίων Πουσιρίωνος. Ἰσάρης Ἰμούθου Πανετβεύιος. Πάμφιλος Πετιμούθου. Ἀγχιρέμφις Ὥρου. Κολλοῦθος καὶ Ἀσκλᾶς Ἁρυώτου. Ἀποτου. Σαραπίων Πανετβεύιος. Τοθοῆς Τοθοήους Ἰμούθου. Πανετβεῦις Νι. Πετεαρμώτης Πετεαρμώτου Ἰμούθου. Τοθοῆς Ἁροννώφριος Ὥρου υἱοῦ Τααρ. Πετεαρμώτης Νεφερῶτος Πόσιτος. Πεκῦσις Πανετβεύιος. Ὧρος Τοθήους. Σαραπίων υἱὸς Ἴσιτος τῆς . Ὀννῶφρις ριος. κώμης Τουως ὁμοίως· Ἁρποκρᾶς οατης Παυ κώμης Τασκρύ· Ἀπολλων Ὧρος Διογένους Πε Παμούνιος. Πανχεῖρις Πφριος. Σκρὺ ὁμοίως· Πετε μεῖνις Διδύμου. Πετεμν Ἁροννώφρεως. Ἀθηνίων υ υἱὸς Θαήσιος. Κολλοῦθος Ἑθρήους . Παντβεῦς Πετεμενθου. Κολλοῦθος Πανίσκου. Ακω ὁμοίως· Παπ Πετεήσιος. Πετε μεῖνις Νεφερῶτος. Ἰσᾶς Π Πετοσοροννῶφριος. οἱ δὲ ἐπʼ αἰτίαις ὀνομασθέντες· Πανετβεῦις Ἰσαρήου ἐπικαλούμενος Πατμοῦϊς. Θερμοῦθις γυνὴ Ἁρμάϊος Πα Παθερμοῦθις Ἑθρήους. Ἀπολλῶς Ἀδράστου. Ἀρητίων ἐπικαλούμενος Ο οἱ πάντες ἐπιζητηθέντες ἐν ἐξέτασει συλήσεως οἰκίας. Νεφερῶς κακοῦ βίου ὡς καὶ τρώσας Παν τβεῦν φύλακα. δηλοῦμεν μηδένα τῶν προγεγραμμένων διατρίβεινδιατρείβειν ἐν τοῖς ὑφʼ ἕκαστον ἡμῶν τόποις ἀλλὰ καὶ ἀγνοεῖν αὐτοὺς τω?ͅ καθʼ ὅλου. κόλλημα λε κολ Μεσορὴ Ἀμμώνιος στρατηγὸς Νεσὺτ Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῶι φιλτάτωι χαίρειν. Δομίτιος Περεγρεῖνος ὁ γενόμενος τοῦ Ἑρμοῦ ἐπίτροπος ἔγραψεν τῷ τοῦ Μενδησίου στρατηγῷ καὶ ἐμοὶκἀμοὶ περὶ πράσεως ὑπαρχόντων πρότερον Ἡρακλείδου τοῦ καὶ Ἥρωνος μητρὸς Ἰσιδώρας ἀπὸ αγώ μεως τοῦ Μενδησίου μισθωσαμένου σὺν Ἀπολλωνίῳ Γαΐου τέλος φακοῦ ἐρείξεως, καὶ ἠθέλησεν συντιμωμένους αὐτὰ πρός τε τὴν νυνὶ οὖ σαν διάθεσιν καὶ θεωρίαν καὶ τῶν προσόδων δύναμιν εἰς πρᾶσιν προκηρύσσειν καὶ ἃς ἐὰν λάβωμεν αἱρέσεις φανερὰς ποῖσαι, ἐν τοσούτῳ τὰς ἐξ αὐτῶν περιγεινομένας προσόδους προστιθεμένους τῷ κυριακῷ λόγῳ, ἀναζητῆσαι δὲ καὶ εἴ τινα ἄλλον πόρον κέκτηται παρʼ ἡμῖνἡμεῖν ἐπὶ τοῦ ἰδίου ὀνόματος ἢ ἑτέρων ἐν πίστει καὶ τοῦτον ὁμοίως κατα σχόντας προστίθεσθαι εἰς τὸ ταμιεῖονταμεῖον σὺν καὶται ταῖς προσόδοις καὶ τ απα αὐτῷ, ἐπιστείλανταςεπιστειλαντες καὶ τοῖς τῶν ἄλλων νο μῶν στρατηγοῖς τὸ αὐτὸ ποιῆσαι. ἵνʼ οὖν εἰ παρὰ σοὶ πόρος τις αὐτῷ ὑπάρχει ἐπὶ τοῦ ἰδίου ὀνόματος ἢ ἑτέρων τὸ ἀκόλουθον τοῖς κελευσθεῖσι ποιήσας δηλώσῃς μοι ἔγραψά σοι. κατασταθεὶς στρατηγὸς τῷ α ἔτει μηνὶ Φαῶφι πρὸς πάσας τὰς κομισθείσας μοι ἐπιστολὰς τυγχάνω ἀντιγράψας. ἐπεὶ δὲ συμβαίνει παρʼ αἰτίαν τῶν διακομιζόντων παραπίπτεινπαραπείπτειν τινας, καλῶς ποι ήσεις δηλώσας μοι εἰ ἔχεις ἐπιστολὴν δεομένην τῆς ἀπʼ ἐμοῦ ἀντιφωνήσεως. ἐπιστελεῖς δὲ καὶ τῷ βασιλικῷ γραμματεῖ καὶ ἐγλογιστῇ τοῦ νομοῦ ἵνʼ ἐὰν καὶ αὐτοὶ ἔχωσι ἀναντιφώνητον ἐπιστολὴν τὸ αὐτὸ ποιήσωσιν. εἰ ἐτελιώθησαν παρὰ σοὶ οἰ κονομίαι διαφεροῦσαι τῷδε τῷ νομῷ δηλώσεις μοι. ὁ μέντοι τῶν ἐγκτήσεων τοῦδε τοῦ νομοῦ βιβλιοφύλαξ οὐδεμίαν οἰκονομίαν μετέδωκεν διαφεροῦσαν ἄλλοις νομοῖς οστανθη ωθήσεται. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους α Παῦνι δηλοῦμεν μηδένα πόρον ὑπάρχειν τῷ προγεγραμμένῳ περὶ τοὺς ὑφʼ ἕκαστον ἡμῶν τόπους ἀλλὰ καὶ ἀγνοεῖν αὐτὸν τῷ καθʼ ὅλου. κόλλημα λϛ κολ Ἐπεὶφ ι Ἀπολλωνίδης στρατηγὸς Περὶ Θήβας Φωκίωνι στρατηγῷ Ὀξυρυγχείτου τῶι φιλτάτωι χαίρειν. ὁ λαμπρότατος ἡγεμὼν Οὐολούσιος Μαικιανὸς ἐκέλευσεν Βέλφιν Πεκύ σιος αἰτιαθέντα ἐπὶ θυρανοίξειθυρανύξι καὶ Πατορμοῦθιν Λολοῦτος γραμματεύσαντα πράκτορσι ἀργυρικῶν καὶ εμφεριτηλογιω ἀμφοτέρους ἀφανεῖς γενο μένους προγραφέντας καὶ μὴ ὀφθέντας ἀναζητηθῆναι. ἵνʼ οὖν, φίλτατε, καὶ παρὰ σοὶ τὴν ἀναζήτησιν αὐτῶν ποιησάμενος ἐὰν εὑρεθῶσι ἀνα- πέμψῃς ἔπεμψά σοι Σαραπίωνος ἔτους α Ἐπεὶφ γ. δηλοῦμεν μηδένα τῶν προγεγραμμένωνδιατρίβεινδιατρείβειν ἐν τοῖς ὑφʼ ἕκαστον ἡμῶν τόποις ἀλλὰ καὶ ἀγνοεῖν αὐτοὺς τῷ καθʼ ὅλου. κόλλημα λη κολ Ἐπεὶφ η ΚαλπούρνιοςΚαρπούρνιος Ἀρτεμίδωρος ὁ καὶ Πτολεμαῖος στρατηγὸς Ὀνουφείτου Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῶι φιλτάτωι χαίρειν. Οὐολούσιος Μαικιανὸς ὁ λαμπρότατος ἡγεμὼν πρὸς τὰ ὑπʼ ἐμοῦ αὐτῷ ἀνενεχθέντα περὶ τῶν ὑπογεγραμμένων τοῦ μὲν δοθέντος ἐπὶ συνωνῆς νεύρου τῶν δὲ ἀπὸ παραφυλακῆς ἀνακεχωρηκότων ἐκέλευ σεν τὴν ἀναζήτησιν αὐτῶν γενέσθαι. ἵνʼ οὖν, φίλτατε, ἐπιτρέψῃς καὶ παρὰ σοὶ τὴν ἀναζήτησιν αὐτῶν ποιεῖσθαι καὶ τούτων εὑρε θησομένων τὸ ἀκόλουθον πράξας δηλώσῃς μοι ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους α Παῦνι κη. εἰσὶ δέ· ὁ μὲν ἀναδοθεὶς ἐπὶ συνωνῆς νεύρου· Ὧρος Ἀθηνοδώρου Ὥρου Ἑριουπῶτος ἀπὸ Ψιμπαθᾶ. οἱ δὲ ἀπὸ παραφυλακῆς μητροπόλεως. Ἀνουβᾶς Ἀπεῖτος Ἄφεως ἀπὸ Ὀνούφεως τῆς μητροπόλεως. Πιεβῶς Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς. δηλοῦμεν ὁμοίως. κόλλημα λθ κολ Ἐπεὶφ η Ὡριγένης βασιλικὸς γραμματεὺς Ἡλιοπολείτου διαδεχόμενος καὶ τὰ κατὰ τὴν στρατηγίαν Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῷ φιλτάτωι χαίρειν. Οὐολούσιος Μαικιανὸς ὁ λαμπρότατος ἡγεμὼν πρὸς τὸ ἀνενεχθὲν αὐτῷ ὑπʼ ἐμοῦ περὶ τῶν ὑπογεγραμμένων ὧν μὲν κατηγορηθέντων ἐπὶ τῷ ἔχειν θρέμματα γραψα καιεληλυθταξιφων δων τοῖς συνποω καὶ φυλακ προσ φωνηθέντος ς πλην καὶ ἀφανῶν γενο μένων, τῶν δὲ ἀπὸ δημοσίων χρειῶν ἀνακεχωρηκότων, ἀντέγραψεν καὶ ἐ κέλευσεν ἀκριβῆἀκρειβῆ αὐτῶν ἀναζήτησιν γενέσθαι. ἵνʼ οὖν, φίλτατε, καὶ παρὰ σοὶ τὴν ἀναζήτησιν αὐτῶν ποιήσῃ καὶ ἐὰν εὑρεθῶσι πέμψῃς οἷς προσήκει καὶ δηλώσῃς μοι ἐπέστειλά σοι. ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε. ἔτους α εἰσὶ δέ· οἱ μὲν ποατω Νεφερῶ ας Α ς Απυν ονν οἱ δὲ ἀπὸ δημοσίων χρειῶν ακ πεφυ Ἱερακ ροιςἹέραξ Κ ρου ετεακ υπωρων τος Ἀπολλώνιος Ἀνουβίωνος Π Ψενησι τγνεῦτος Ἥρων Ἁρτύσιος δηλοῦμεν ὁμοίως. κόλλημα δ κολ Ἐπεὶφ η Χαιρήμων στρατηγὸς Διοπολίτου κάτω χώρας Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῶι φιλτάτωι χαίρειν. Μάνλιος Σεουῆρος ὁ κράτιστος ἐπίτροπος Ἑρμου ν μοι περὶ ιδος καὶ Ἰσιδώρου Ἀπολλωνίου καὶ Πτολεμαίου μω ωνιπο ματαν εἰς πCross-references (3)
- TM-Text 22544 primary
- DDbDP-Text p.oxy;60;4060 tier-1
- HGV-Text 22544a 22544b 22544c 22544d 22544e 22544f tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.