Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mil.vogl.1.25
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀγαθῆι τύχηι κερδῶν Ἑρμῆς Ἀφροδείτη ἐπʼ ἀγαθῷ ἀντίγραφον ὑπομνηματισμοῦ Πολέμωνος μερίδος λεινοσμ Ἀνδρομάχου στρατηγοῦ Ἀρσινοΐτου Πολέμωνος μερίδος ἔτους ια Τῦβι ἐξ ἀναφορίου Φλαυίου Τιτιανοῦ τοῦ κρατίστου ἡγεμόνος Δημητρίου ἀπελευθέρου Ἡρακλείδου πρὸς Παυλεῖνον Πάτρωνος τῶν γεγυμνασιαρχηκότων. Ἀμμώνιος ῥήτωρ ὑπὲρ Δημητρίου· διʼδειʼ οὗ παρεκόμισεν ὁ συνηγορού μενος ἀναφορίου ἐνκλήματα δύο ὥρισεν κατὰ τοῦ ἀν τιδίκου, ἓν μὲν περὶ πίστεως οἰκοπέδων, τὸ δʼ ἕτερον περὶ δραχμῶν δισχιλίων , ἃ παρέθετο τῷ Γεμείνῳ ἀδελφῷ τοῦ Παυλείνου. τὸ μὲν οὖν περὶ τῶν οἰκοπέ δων τὸ παρὸν ὑπερτίθεται, τὰς δὲ δισχιλίας δραχμὰς τοῦ Γεμείνου τελευτήσαντος ἀξιοῖ παρὰ τοῦ Παυλείνου, φροντίζοντος τῶν ὑπʼ ἐκείνου ἀπολειφθέντωνἀπολιφθέντων, ἀπολα βεῖν. πῶς δὲ ὁ Γέμεινος ἔσχεν τὸ ἀργύριον λέγω. ὁ συνη γορούμενος, οἰκιακὸς ὢν ἐκείνου, ἐνίοτε δὲ καὶ φροντισ τής, παραθέμενος αὐτῷ τὰς δισχιλίας δραχμάς, ἐποίησεν τὰ τῆς παραθέσεως γράμματα εἰς ὄνομα φίλου ἑαυτοῦ Ἀτρηνοῦ τινος γραφῆναι. ἀξιοῖ οὖν, ἐπιφέρων τὰ τοῦ Γεμείνου εἰς τὸν Ἀτρηνὸν γράμματα, τὸ ἀργύριον ἀπολαβεῖν ωμενου παρεκόμισεν ὁ Δημήτριος ἀναφορίου. Παλαμήδης ῥήτωρ ὑπὲρ Παυλείνου· ἐδύνετο μὲν ὁ συνηγορούμενος τὸ περὶ τῶν δισχιλίων δραχμῶν ζήτημα διακρούσασθαι· οὐ γάρ ἐστιν ἐπίτροπος τῶν τοῦ ἀδελφοῦ υἱῶν. ἵνα δὲ ἐπιγνῶς τὴν τοῦ ἀντιδίκου κακοπραγμοσύνην ἕτοιμόςἑτοιμς ἐστι πρὸς ες ἀμφότερα τὰ διὰ τοῦ ἀναφορίου ἐνκλήματα ἀπολογήσασθαι. ἐστὶν δὲ τὸ πρῶτον ἔν κλημα ὡς αὐτὸς ὥρισεν τοιοῦτον· ἐπὶ τοῦ προστρατηγήσαντος Κλαυδίου Διονυσίου κεκρῖσθαι πρὸς τὸν Παυλεῖνον περὶ πίστεωςπείστεως οἰκοπέδων ἐνκέκληκεν καὶ προσέθηκεν κεκρῖσθαι ἀποκα ταστῆσαι αὐτῷ τὸν Παυλεῖνον τὴν πίστινπείστιν. νῦν δὲ τὴν πε ρὶ τούτων διάκρισιν εἰδὼς ὅτι καταγνωσθήσεται παραιτεῖται. ὁ γὰρ Παυλεῖνος διαβεβαιοῦται μηδʼ ὅλως κεκρῖσθαι πρὸς αὐτὸν ἐπὶ τοῦ Διονυσίου περὶ πίστεως οἰκοπέδων, ἀλλὰ πρὸς ἕτερα πρόσ ωπα. Δημήτριος· περὶ τούτου νῦν οὐ βούλομαι λέγειν Παλαμήδης· διὰ τοῦ ἀναφορίουἀναφορείου τὸ ἔνκλημα ὥρισεν· εἰ μὲν περὶ τού του μὴ βούλεται λέγειν, αὐτὸ τοῦτό γε ἀποκριθῆναιἀποκρειθῆναι μοὶ δεῖ. ἆρα μὲν ἐκρίθη πρὸς τὸν Παυλεῖνον περὶ οἰκοπέδων; ὁ στρατηγὸς Δημητρίῳ· τί πρὸς τὸν Παυλεῖνον; Δημήτρειος· πρὸς μὲν τὸν Παυλεῖνον οὐκ ἐκρίθην περὶ τῶν οἰκοπέδων· ὡς δὲ προεῖπον, νῦν περὶ τούτου οὐ λέγω. τὸ δὲ ἀργύριον ἀξιῶ ἀπολαβεῖν. Παλαμήδης· ἤδη μὲν ἐν τῷ πρώτῳ ὁ Δημήτριος ὡμολόγησεν παραλελογίσθαι τὸν κράτιστον ἡγεμόνα, ἀλλὰ καὶ ἐν τῷ περὶ τοῦ ἀργυρίου ἔτι μᾶλλον αὐτοῦ καταγνώσῃκαταγνσῃ ἀναγκαῖονἀνανκαῖον δὲ καὶ περὶ τῶν προσώ πων τοσοῦτον προειπεῖν ὅτι ὁ μὲν Γέμεινος εὐσχη μονέστατος ἦν ἄνθρωπος, ὁ δὲ ἀντίδικος ἄπορός ἐστιν οὐδεμίαν ἀφορμὴν ἕξων ἀποδεῖξαι, ἀφʼ ἧς τὸ ἀργύριον δύναται ἐσχηκέναι. καὶ τὸ ὡμολογηκέναι δὲ αὐτὸν οἰκιακὸν γεγονέναι, ἐνίοτε δὲ καὶ φροντιστὴν τοῦ Γεμείνου μάλιστα συνααλλεται πρὸς τὸ παρὸν ζήτημα· ἐκ τούτου γὰρ ἐλέγχεται ὀψωνίουὀψονίου μὲν ὑ πηρετῶν, ἐνδείᾳ τῶν ἀναγκαίωνἀνανκαίων ὕποπτος δʼ ἐστὶν μὴ ἄρα ἐν τῇ τοῦ ἡμετέρου οἰκίᾳ διατρίβωνδιατρείβων τὸ χειρόγραφονχιρόγραφον ἔκλεψεν, ὅπερ, ζῶντος μὲν αὐτοῦ, δυναμένου ἀκριβέστερονἀκρειβέστερον διδάξαι πῶς παρέπεσεν, οὐκ ἐπήνεγκεν. ἡνίκα δὲ ἐκεῖνος ἐτελεύτησεν τὸ ἀγύριον μετέρχε ται. τούτοις προστίθημι τὸ πάντων μεῖζον καὶ συνελέγ χον τὴν τοῦ Δημητρείου κακουργίανκακουργείαν· φημὶ γὰρ αὐτὸν μηδὲ τὸν Ἀτρηνὸν, οὗἈτρηνοῦ εἰς ὄνομα εἶπε συντετάχθαι τὸ χειρόγραφον εἰδέναι, μηδὲ δύνασθαι ἀποκριθῆναιἀποκρειθῆναι τίς ἔστιν ἢ ἀπὸ π Δημήτριος· οὔκ ἐστιν Ἀτρηνὸς ἀλλὰ Δεῖος Ἀτρηνοῦ, φίλος μου, εἰς ὃν ἐποίησα τὸ χειρόγραφον γραφῆναι. Παλαμήδης· οὐδὲ ὁ Δεῖος τίς ἐστιν ἐπίσταται οτε πόθεν ἐστίν. καί τοι οὐκ ἀπαρκεῖ τοῦ Γεμείνου, ἀλλὰ καὶ γράμματα τοῦ Δεί ου ἐπενεγκεῖνἐπενενκεῖν ὀφείλει ὁμολογοῦντος τουδουναι τὸ δι ὰ τοῦ χειρογράφου ἀργύριον. Δημήτριος· καὶ γράμματα αὐτοῦ ἔχω. ὁ στρατηγός· ἀνάγνωθι τά τε τοῦ Γεμείνου καὶ τὰ τοῦ Δείου γράμματα. ἀναγνωσθέντος τοῦ μὲν Γεμείνου χειρογράφουχιρογράφου κεχρονισμένου εἰς τὸ ὄγδοον ἔτος Ἁδριαννοῦ Καίσαρος τοῦ κυρίου, ὧν δὲ λέγει ὁ Δημήτριος εἰληφέναι παρὰ τοῦ Δείου γραμμάτων κεχρονισμένων εἰς τὸ δέκα τον ἔτος Θῶθ τριακάδατρειακάδα. ὁ στρατηγὸς Δημη τρείῳ· διὰ τί οὐχ ἅμα τοῖς τοῦ Γεμελίνου γράμμασιν καὶ παρὰ τοῦ Δείου ἐξομολογουμένου τὴν πίστιν τὸ χειρόγραφονχιρόγραφον εἴληφας; Δημήτριος· ἐφʼ ὅσον ὁ Γέμεινος περιῆν ὑπισχνεῖτοὑπεισχνεῖτο ἀποδώσειν, μετὰ δὲ τελευτὴν ἐκείνου ἀγνωμο νούντων τῶν ἀντιδίκων ἐδέησε με καὶ γράμματα τοῦ Δείου λαβεῖν. Παυλεῖνος· καὶ ἐκ τῶν χειρογράφων τούτων ἡ κακουργίακακουργεία συνελέγχεται. τοῦ μὲν γὰρ ἀδελ φοῦ μου παραθέσεώς ἐστιν χειρόγραφονχιρόγραφον· ὃ δὲ λέγει, μετὰ τελευτὴν αὐτοῦ, εἰληφέναι παρὰ τοῦ Δείου ὡς περὶ δανείου ἐγράφη, καὶ κεχρόνισται μὲν εἰς Θῶθ τριακάδα τοῦ δεκάτου ἔτους, ὁ δὲ Γέμεινος ἐτελεύτησεν δωδεκάτῃ τοῦ Φαῶφι; δύναται δὲ καὶ σήμερον ὑφʼ ὅτου δήποτε γραφὲνγραφν ἐξ ὀνό ματος Δείου τινὸς ἐνφέρεσθαι· πλὴν λεγέτω πόθεν ἐστὶν Δεῖος. Δημήτριος· ἔνπορός ἐστιν, φίλος μου, ἀπὸ νομοῦ Ἡρακλεοπολίτου. Παυλεῖνος· παραστησάτω αὐτὸν. ὁ στρατηγὸς Δημητρίῳ· ἐν πόσαις ἡμέραις τὸν Δεῖον παραστήσεις; Δημήτριος· ἐν ἡμέραις δεκαπέντε. Ἀνδρόμαχος ὁ στρατηγὸς Δημητρίῳ· τὰ μὲν εἰρημένα ὑπεμνηματίσθη, ἀντὶ δὲ ὧν ᾐτήσω ἡμερῶν δεκαπέντε, δίδωμί σοι ὅλας τριάκοντα ἐν αἷς παραστήσειν τὸν Δῖον, οὗ λέγεις εἶναι ὃ ἐπιφέρεις χειρόγραφονχιρόγραφον. ἐν τοσούτῳ δὲ αὐ τὸ τὸ χειρόγραφονχιρόγραφον ὑπογραφὲν ὑπό σου ὅτι ἐστὶν ἰδιόγραφον τοῦ Δίου, ὃν λέγεις ἀπὸ νομοῦ Ἡρακλεοπολίτου, καὶ σφραγισθὲν ὑπό τέ σου καὶ τοῦ Παυλείνου μενεῖμενῖ παρὰ Θέωνι ὑπηρέτῃ· ὅταν γὰρ ὁ Δεῖος παρατύχῃ, ὀψόμεθα τί καὶ αὐτὸς περὶ τούτου λέγει. καὶ ἐπέ τρεψεν τῷ Θέωνι τὸ ἀκόλουθον ποιῆσαι. ἀντίγραφον ὑπομνηματισμοῦ Ἰουλίου Ἀσκληπιάδου ἔτους ια Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ γρα Παῦνι ζ. ἐπεὶ βήματος ενα εύοντος Φλαυείου εο ωνος καὶ λεν Ἡρακλείδου Πρείσκου Βενονος καὶ καὶ Κεφαλίωνος καὶ Ἰσιδώρου νεωτέρου καὶ Ἁρποκρατίωνος γραμματέως τοῦ καταλογείου. Θαυβαρίου Αἰγυπτίας πρὸς Πάτρωνα καὶ Παυλεῖνον ἀρχομένης λέγεινλέγιν, δηλωθέντος τε καὶ ὑπὲρ ἀδελφῶν ἀφηλίκων κατίστασ θαι τὸν Πάτρωνα. ὁ ἱερεὺς καὶ ἀρχιδικαστής· καὶ αὐτὸς ἐκ τῆς ὄψεως καταδεής ἐστιν ὡς μὴ δύνασθαι μόνος τὴν δίκην πιστευθῆναιπειστευθῆναι Θαυβαρίου προενεγκαμένηςπροενεκκαμένης πρὸς τὸν Παυλεῖνον ἐπὶ τοῦ παρόντος λέγεινλέγιν Ἡλιοδώρου τε ῥήτορος εἰπόντος τοῦ πατρὸς αὐτῆς τελευτήσαντος καὶ τῶν ἀπολελειμμέ νων ὑπνων αυτη Ἀρσινοίτου νομοῦ τὸν Παυλεῖνον ξένον ὄντα καὶ αις πλεῖστα, σφραγῖδασφραγεῖδα τε τοῖς αὐτοῖς ἐπι θέντα ὀφείλειν λόγον ὑποσχεῖν. Ἀρτεμισίου ῥήτορος ἀ ποκριναμένουαποκρειναμένου συγγενῆ ὄντα τὸν Παυλεῖνον τῆς τε ἀντιδίκου καὶ τοῦ Πάτρωνος καὶ παρακληθέντα ὑπὸ ἀμφοτέρων μεσίτηνμεσείτην, ἐπισφραγεῖσαι συμ- πείθεσθαι, ποιῆσαι τε ὥστε ἑκάτερον αὐτῶν ἰδίαν ἐπιθέσθαιἐπειθέσθαι σφραγῖδανσφραγεῖδαν καὶ εἰληφέναι ἐν παρακαταθήκῃ κλεῖν, μηδὲν νοσφισάμενον. ὁ ἱερεὺς καὶ ἀχιδικαστής· ἐπεὶ καὶ ὁ Πάτρων καταδεὴς φαίνεται καὶ ἀδελφοὺς ἀφήλικας λέγεται ἔχειν, ὁ τοῦ νομοῦ στρατηγὸς καταστήσας αὐτῶν ὃ ἐὰν δοκιμάσῃ ἐπίτρο πον δυνάμενον αὐτῷ Πάτρωνι συστῆναι, διαγνώσεται πε ρὶ τοῦ πράγματος. Θαυβαρίου ἀξιωσάσης ὁρισθῆναι προθεσμίανπροθεσμείαν καὶ χειρογραφῆσαι τὸν Παυλεῖνον ἐν ταύτῃ ἐσό μενον εἰς τὸν νομὸν καταστῆναι ἐπὶ τοῦ στρατηγοῦ, μὴ τὰ ἐπισφραγισθέντα τῷ χρόνῳ διαφθαρῇ. Ἰούλιος Ὀηστεινειανὸς Ἀσκληπειάδης, ὁ καὶ Λεονίδης, γενόμενος ἔπαρχος σπείρας τρίτης Θρᾳκῶν καὶ πρώτης Θρᾳκῶν ὁ ἱερεὺςεἱερεὺς καὶ ἀρχιδικαστής· ἀμφότεροι χειρογραφῆσαι ἐν ἡμέραις τριάκοντα ἀναπλεύσαντας ἐντυχεῖν τῷ στρα τηγῷ. ἐξη Ἰσίδωρος νεώτεροςνεωτετερος ὑπηρέτης. ἀντίγραφον χειρογραφίαςχειρογραφείας Παυλείνου. Παυλεῖνος Πάτρωνος τοῖς παρὰ Ἰουλείου Ὀηστεινειανοῦ Ἀσκληπειάδου, τοῦ καὶ Λεωνίδους, ἱερέως καὶ ἀρχιδι καστοῦ· ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν ἔσεσθαι ἐν ἡμέραις τριάκοντα ἤ τινα ἄντʼ ἐμοῦ ἔκδικον πέμψαι προσκαρτερήσαντα παρὰ τῷ στρατηγῷ, ἀκολούθως τοῖς τοῦ ἀρχιδικαστοῦ ὑπομνηματισμοῖς, ἢ ἐνοχος εἴηνἴην τῷ ὅρκῳ. ἔτους ια Αὐτοκράτορος Καίσρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ Παῦνι Πα Θαυβαρίου, ὁμολογοῦντος τοῦ ἀνδρὸς ΣωκράτουςCross-references (3)
- TM-Text 12345 primary
- DDbDP-Text p.mil.vogl;1;25 tier-1
- HGV-Text 12345 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.